Ancient Greek
2.13
Georgius Cedrenus, Compendium Historiarum 2.13
Unproofread scanNot analysed yet
κατὰ τὴν αὐτὴν νύκτα πεφοιτήκασι πρὸς τὸν Δοῦκα. Βουλὴν δὲ ποιησάμενοι, μήπω τῆς ἡμέρας καταλαμπούσης, μετὰ λαμπάδων καὶ λαοῦ πολλοῦ καὶ ὄχλου τὴν τοῦ ἱπποδρόμου πύλην καταλαμβάνοντες Κωνσταντῖνον ἀνευφήμουν αὐτοκράτορα. Τῶν δὲ ἔνδον εὐσθενῶς ἀντεχομένων καὶ μὴ ἀνοιγνύντων τὰς πύλας, ὁ τοῦ Κωνσταντίνου πρωτοστράτωρ, ἐπʹ´ ἀνδρίᾳ μέγα φρονῶν καὶ βιαιότερον ἢ μᾶλλον εἰπεῖν ἀτακτότερον τῇ ἀνοίξει ἐπιχειρῶν τῶν πυλῶν. λογχεύεται παρά τινος τῶν εἴσω διὰ τῆς ἁρμογῆς τῶν θυρῶν. Καὶ θνήσκει μὲν οὖτος εὐθὺς, ὁ Κωνσταντῖνος δὲ ἀποκρουσθεὶς ἐκεῖθεν καὶ τῷ τῆς βασιλείας ἔρωτι οἷα τινι μέθῃ κάτοχος ὤν καὶ μὴ καθεστῶτας ἔχων τοὺς λογισμοὺς, ἄρας ἐκεῖθεν εἰς τὸ ἱπποδρόμιον παραγίνεταις κακὸν οἶωνὸν τὴν τοῦ πρωτοστράτορος ἔχων σφαγὴν, ὅμως δὲ τῶν δεδογμένων οὐκ ἀφιστάμενος. ΡΟ Ἐκεῖθεν οὗ εὐφημούμενος κατέλαβε τὴν λογομένην Χαλκῆν, καὶ διὰ´ αὐτῆς εἰσελθών ἔφθασεν ἄχρι τῶν ἐξκουβίτων. Ὁ δὲ μάγιστρος Ἰωάννης ὁ Ἐλαδᾶς, εἶς ὑπάρχων τῶν ἐπιτρόπων, ἐκλογὴν ὡς ὁ καιρὸς ἐδίδου τῶν ἐλατῶν καὶ τῶν ἐταιρειῶν ποιησάμενος, καὶ καθοπλίσας ὅπως ποτὲ ἔκαστος ἄρματος νὁπόρει, ἀπέστειλε κατὰ τοῦ Δούκα· οἵτινες φθάσαντες τοὺς περὶ αὐτὸν σνμπλέκονται, καὶ γίνεται φόνος πολὺς ἑκατέρωθεν. Ἐπεσε δὲ καὶ Γρηγορᾶς, ὁ τοῦ Δουκὸς υἱὸς, καὶ Μιχαήλ ὁ ἀνεψιὸς αὐτοῦ, καὶ Κουρτίκιος ὁ Ἀρμένιος. Ταῦτα ταραχῆς οὐ μικρᾶς τὸν Κωνσταντῖνον ἐμπίμπλησι. Σπεύδων οὖν ἐπιῥβῶσαι τὸ ἑαυτοῦ μέίρος, τὸν ἵππον ἐλάσας ἠπείγετο συμμῖξαι τοῖς ἔμπροσθεν. Ὁ δʹ ἵππος ταῖς ἐκεῖσε ὑπεστρωμέναις κατολισθήσας πλαέλν εἰς γῆν τόν ἐπιβάτην κατέβπλε, καὶ τις αὐτὸν κατὰ γῆς ἐῤῥιμμένον καὶ μεμονωμένον καταλαβὼν γὰρ ἄλλοι διεσκεδάσθησαν ἄπαντες ξίφει τὴν τούτου ἀπέτεμε κεφαλήν καὶ δρομαίως τῷ βασιλεὶ ἀπήνεγκεν Κωνσταντίνῳ. Τὸ δὲ τοιαύτην αὐτὸν καταλήψεσθαι τύχην προεσνωσμένον ἦν τοῖς ἐπιτρόποις καὶ ἐξ ἐτέρας αἰτίας. Νικόλαός τις δημοσιώνης τῶν ἐν Χαλδίᾳ εἰσπράξεων, τὰς συντελείας κατασπαἡμᾶς εὐσεβῆ θρησκείαν, καὶ ἀστρολογίας ἀντεποιεῖτο. Οὖτος ἐν ὁοὸνῃ μελαίνῃ γράμματα γράψας ἀπεστάλκει τῷ λογοθέτῃ Θωμᾷ, καὶ τῆς ὀθόνης ῥυφθείσης διὰ´ ὕδατος φανερὰ τὰ γράμματα γέγονεν. Τοιοῦτον δὲ τέλος λαβούσης τῆς ἀποστασοως, παραυνίκα μὲν ὁ μάγιστρος Γγήγορᾶς καὶ πενθερὸς τοῦ Δουκὸς μετὰ Λέοντος πατρικίου τοῦ Χοιροσφάκτου τῷ θείῳ τεμένει τῆς τοῦ Θεοῦ Σοφίας προσέδραμον· οθς ἐκεῖθεν ἀποσπάσαντες οἱ ἐπίτροποι ἀπέκειραν μοναχοὺς ἐν τῇ των Στουδίου μονῇ. Κων σταντῖνον δὲ τὸν πατρίκιον τὸν Ἐλαδικὸν βουνεύροις τόψαντες ἀφειδῶς διὰ μσης τῆς πόλεως ἐθριάμβειυσαν καὶ ἐν τῆ μονῆ τῶν Δαλμάτου ἀπέκλεισαν. Λέοντα δὲ πατρίκιον τὸν Κατακαλίτξην και Ἀβεσσαλώμ πατρίκιον τὸν τοῦ Ἀροτρᾶ ἐκτυφλώσαντες ἐν ἐξορίᾳ παρέπεμψαν. Κωσταντῖνον δὲ τὸν τοῦ Εὐλαμπίου