Ancient Greek
2.131
Georgius Cedrenus, Compendium Historiarum 2.131
Unproofread scanNot analysed yet
βπ´ αὐτοῦ χειροτονηθέντες], ἡσπάσαντο σιωπὴν καὶ λοιπὸν ὁ Ἰωάννης ἐπέσχε τὴν ἐπὶ τῇ κατασχέσει τοῦ θρόνου ὅρεξιν. τῷ δὲ σφμε´ ἔτει, λνδικτιῶνος σʹ, ἡμέρᾳ Νοεμβρίου βʹ, γέγονε σεισμὸς περὶ ὥραν «τῆς ἡμέρας, καὶ διετέλεσεν ἡ γῆ σειομένη ἄχρις ὅλου τοῦ Ἰανουαρίου μηνός. Γέγονε δὲ καὶ λιμὸς κατά τε Θράκην καὶ λακεδονίαν, Στρυμόνα καὶ Θεσσαλονίκην, καὶ μένρι Θετταλίας. Καταβοησάντων δὲ τῶν κληρικῶν Θεσσαλονίκης Θεοφάνους τοῦ μητροπολί του λε ἀποκρατοῦντος τὰς συνήθεις σιτήσεις αὐτῶν, δ βασιλεὺς τῇ Θεσσαλονίκῃ ἐνδιατρίβων λόγοις παραινετικοῖς ἐκέχρητο πρὸς αὐτὸν, καὶ παρῄνει μὴ ἀποστερεῖν τὸν τῆς ἐκκλησίας λαὸν τῶν ἀπὸ νόμου τιτηρεσίων. . Τέί Τοῦ δὲ τραχυνομένου καὶ μὴν ἁπείκοντος, ἔγνω δεῖν ὁ βασιλεύς ἀπάτῃ περιελθεῖαὐτὸν καὶ κολάσαι τὴν ἀπληστίαν αὐτοῦ. Πέμπει οῦν τινα τῶν ὑπηρετούντων αὐτῷ, ἐξαιτῶν ἐκδανεῖσαί οἱ κεντηνάριον ἕν, μέχρις ὃν ἐκ Βυζαντίου χρυαίον διακομισθείη. Ὁ δὲ ἐνωμότως ἀπηρνήσατο μὴ ἔχειν πλὴν τριάκοντα λιτρῶν. Καὶ τοῦτον μὲν ἐκπο δὼν μεθίστησιν ὀ βασιλεὺς, ἀποστείλας δὲ καὶ τὰ ταμιεῖα αὐτοῦ διερευνησάμενος εὖρε χρυσίου κακ τηνάρια τριάκοντα καὶ τρία· ἐξ ὧν δίδωσι μὲν τοῖς κληρικοῖς τὰ ὀφειλόμενα ἀπὸ πρώτου ἕτους τῆς ἀρχιερωσύνης τοῦ Θεοφάνους ἕως τῆς ἐνεστώσης ὥρας, τὰ δὲ λοιπὰ πένησι διανέμει, καὶ τὸν μητροπολίτην ἐξωθεῖ τῆς ἐκκλησίας καὶ ἔν τινι κτήμετι πεοιοοίζει, Ἐοίστησι δὲ Προμηθέα τῇ μητροπόλει, παρ´ οὖ καὶ οὖτος σιτηρέσια λαμβόνειν τετύπωτο καὶ καθ´ ἐαυτὸν διάγειν. Παγερατίου δὲ τοῦ ἐξουσιαστοῦ Ἀβασγίας σφοδρῶς ἐπικειμένου τῷ κατεπάνω Ἰβηρίας τῷ Ἰασίτῃ, ὁ Ἰωάννης μετὰ τῶν ταγμάτων τῆς Ἑω πάντων τὸν δομέστικον Κωνσταντῖνον τῶν σχολῶν, τὸν αὐτοῦ ἀδελφὸν, ἐκπέμπει, καθυποσχόμενος συνεκπέμψαι τούτῳ καὶ τὸν Δαλασσηνὸν, ὡς ἂν ἔχῃ τοῦτον σύμβουλον καὶ παραστάτην ἐν τοῖς πολέμοις. Τοῦτο δὲ οὐκ ἐποίησε, και λοιπὸν ἄπρακτος ὁ δομέστικος ὑπενόστησε. κιλλοντος δὲ τοῦ Ἰωάννου καθαρσίου μτασχεῖν φαρμάκου, γνοῦσα τοῦτο Ζωὴ ἡ βασιλὶς διά τινος τῶν οἰκειοτάτων αὐτῆ εὐνούχων τοῦ λεγομένου Σγουρίτζη, δώροις ὁποφθείρει τὸν ἰατρὸν οὐκ ὀλίγοις, ὑποσχομένη ἐς βίου τε περιφάνειαν ἄἔειν αὐτὸν καὶ πλοότου ὁπεροχὴν, εἰ κεράσει τῷ φαρμάκῳ καὶ δολασκοιον Παιδαρίου δέ τινος τῶν ὑπηρετουμένων τῷ ἰατρῷ μηνύσαντος τὸ σκευώρημα τῷ Ἰωάννῃ, καὶ τῆς ἐπιβουλῆς ἐλεγχθείσης, ὁ μὲν ἰπτρὸς εἰς Ἀντιόχειαν τὴν αὐτοῦ πατρίδα ἐξορίζεται, ὁ δὲ τὸ δηλητήριον συσκευασάμενος Κωνσταντῖνος πρωτοσπαθάριος ὃ Μουκουπέλης ἀέωθεῖται τῆς πόλεως, καὶ ἡ βασιλὶς ἐν ὑποψίαις ἔκειτο μείζοσιν. Ἄρτι δὲ καὶ Γεωργίου πατρικίου τοῦ Μανιάκη τὴν Σικελίαν καταλαβόντος, οἱ ταύτης ἄρχοντες καὶ αὐτάδελφοι σπεισάμενοι πρὸς ἀλλήλους ἔσπευδον ἀπελάσαι τοῦτον τῆς νήσου. Διὸ καὶ συμμαχίαν ἐξ Ἀφρικῆς μετεπέμψαντο χιλιάδας πεντήκοντα· ἦς ἐλθούσης γίνεται συμβολὴ κραταιὰ· κατὰ τὰ λεγόμανα