Ancient Greek
2.138.1 to 2.138.11
Georgius Cedrenus, Compendium Historiarum 2.138.1-11
Unproofread scanNot analysed yet
τοέπουσι τοὺς Βουλγάρους μηδ´ ὄλως πρὸς ἄμυναν ἢ ἀλκὴν στῆναι βουληθίντας, τοῦ μάρτυρος προηγηαμένου τῆς Ῥωμαϊκῆς στρατιᾶς καὶ τὴν πορείαν προομαλίζοντος, καθὼς ἐνωμότως διεβεβαίουν οἱ αἱχμαλωτισθέντες Βούλγαροι, λέγοντες νανίαν ἔφιππον ὁρᾷν προηγούμενον τῆς Ῥωμαϊκῆς φάλαγγος, ἐξ οὖ πῦρ ἐξαλλόμενον ἐπυρπόλει τοὺς ἐναντίους. Ἑπεσον οὖν πλείω τῶν ιεʹ χιλιάδων δοριάλωτοι δὲ ἐλήφθησαν οὐκ ἐλάττους τούτων. Οἱ δὲ λοιποὶ αἰσχίστως σὺν τῷ Ἀλουσιάνῳ εἰς τὸν Δελεάνον διασώζονται. τούτῳ τῷ ἔτει, ἐπινεμήσει θʹ, Ἰουνίου ʹ, πορὶ ὥραν τῆς ἡμέρας κῃʹ, γέγονε σεισμός. Μετὰ δὲ τὴν τροπήν ἐνωθέντες ὅ τε Δελεάνος α ὁ Ἀλουσιάνος ὁπενοοῦντο ἀλλήλους, ὁ μὲν διὰ τὴν ἦτταν αἰσχυνόμενος, ὁ δὲ προδοσίαν ὑποπτεύων, καὶ Ἀσεβοβλευον ἀλλήλοις καιροφυλακοῦντες. Σκευασάμενος οὖν ὁ Ἀλουσιάνος μετά τινων οἰκείων αὐτοῦ καὶ ἅριστον ποιήσας καὶ εἰς εὐωχίαν καλέσας τῶν Λελεάνον, κραιπαλοῦντα καὶ μεθύοντα κατασχν ἀπτετότλωσεν, ὡς μηδ´ αἴσθησιν ὅλως τοῖς Βουλγάροις δοθῆναι τοῦ γεγονότος· καὶ φυγὼν ἔρχεται ἐν Μασυνοπόλει πρὸς τὸν βασιλέα. Καὶ τοῦτον μὲν δ βασιλεὺς εἷς τὸ Βυζάντιον πρὸς τὸν ὀρφανοτρόφον ἐκπέμπει, ἐς τὸ τῶν μαγίστρων ὕψος ἀναβιβάσας, αίτὸς δὲ ἄρας ἐκ Μοσυνοπόλεως ἄπεισιν ἐν Θεσσαλούκα Ἐκεῖθεν δὲ διαβὰς εἴσεισιν ἐν Βουλγαρίᾳ, καὶ τὸν Δελεάνον κατασγών ἔπεμψεν ἐν Θεσσαλονίκῃ, αὸτὸς δὲ πρὸς τὰ ἐνδότερα γενόμενοστι γὰρ Μανουὴλ ὁ Ἰβάτζης δέμα ξύλινον κατασκευάσας κατὰ τὸν Πρίλαπον ᾤετο ἀπεῖρξαι προσωτέρω χωρετν τὴν βασιλικὴν στρατιὰν καὶ τὰ ἐνδον κατέχειν)· ἀλλ´ ὁ θασιλεὺς ἐκεῖσε γενόμενος λόγου θᾶττον τό τε ξύλινον τεῖχος διέῥῥηξε καὶ τὸ σύστημα τῶν Θουλγάρων ἐσκέδασε καὶ τὸν [Τθ] Ἰβάτεην κατέσχε. Καὶ καταστησάμενος πάντα τὰ ἓν Βουλγαρίᾳ, καὶ στρατηγοὺς ἐν τοῖς θέμασι τάξας, εἴσεισιν ἐν τῇ βασιλίδι, ἐπαγόμενος μεθ´ ἐαυτοῦ τόν τε Δελεάνον καὶ τὸν Ἰβατζην. Τῇ δὲ κατεχούσῃ τοῦτον νόσῳ ἐντρυχωθεὶς, καὶ πάντοθεν τῆς οἰκείας ἀπογνοὺς σωτηρίας, ἀποκείρεται μοναχὸς παρὰ τοῦ μοναχοῦ Κοσμᾶ τοῦ Τέιντζουλούκη, ὅς διὰ παντὸς συνῆν αὐτῷ καὶ ἐνουθέτει τὰ δέοντα.