Ancient Greek
2.144
Georgius Cedrenus, Compendium Historiarum 2.144
Unproofread scanNot analysed yet
ἀνάντεις καὶ τραχείας καὶ ἀποκρήμνους καὶ στενοχώρους ὡς μὴ ἐν ταυτῷ δόνασθαι δύο ἱππότας, βαδίζειν, ἐνδόντος ἐξεπίτηδες, ὥς φασι, καὶ τῶν Σέρβων καὶ συγχωρησάντων τῆν εἴσοδον, μήτε τῆς ὑποστροφῆς φροντίσας μήτε φυλακὴν ἐπιστήσας, ἀξιόμαχον ταῖς στενοχωρίαις. Ἐκεῖνος μὲν οὐν εἰσελθὼν ἐδήου τὰς πεδιάδας καὶ ἐπυρπόλει, οἱ δὲ Σέρβοι καταλαβόντες ἐφύλαττον τὰ στενὰ καὶ ἀπόκρημνα τῆς τρίβου, καὶ προσέμενον τὴν ὑποστροφήν. Ὡς δὲ ἄλις τῷ Μιχαὴλ ἐδόκει τὰ τῆς λεηλασίας, καὶ λείαν πολλὴν καὶ αἰχμαλωσίαν περιεβάλετο, καὶ καιρὸς ἐφάνη ἀναζυγῆς, κἀν ταῖς στενοχωρίαις ὁδοιποροῦντες ἐγένοντο, τύτε δὴ ἀφ´ ὕφους οἷ πολέμιοι χέρμασί τε βάλλοντες καὶ τόξοις καὶ καὶ τοίοις ἐκηβόλοις ὀργάνοις καὶ λίθους ὑπερμεγέδεις κυλίοντες ἀνήρουν, τῶν περὶ τὸν Μιχαήλ μήτε χερσὶ μήθ´ ὅπλοις χρήσασθαι δυναμένων, μήτ´ ἀρετῆς ὅλως ἐπιδείξαοθαι ἔργον. [. Τ] Καὶ οἱ μὲν αὐτόθι βαλλόμενοι ἔπιπτον, οἱ δὲ κατεκρημνίζοντο καὶ ἐλεεινῶς ἀνηλίσκοντο. ὡς πληρωθῆναι νεκρῶν τὰς παρακειμίνας φάρανγας καὶ τοὺς ὀύακας καὶ βατὰς γενέσθαι τοῖς διώκουσιν. Ἔπεσον οὖν περί που τὰς μ´ χλιάδας, ἀνῃρέθησαν δὲ καὶ στρατηγοὶ ἐπτά. Οἱ δὲ λοιποὶ ἐν ταῖς λόχ μαις καὶ ταῖς νάπαις καὶ ταῖς συναγκείαις κρυβέντες τῶν ὀρέων, καὶ τοὺς τῶν ἐναντίων διαδράντες ὀφθαλμοὺς, καὶ διὰ τῶν κορυφῶν τούτων ἀναόόικώμμνοι νυκτός· διεσώθησαν πεζοὶ καὶ γυμνοὶ καὶ τοῖς ὁρῶσι θέαμα ἐλεεινὸν καὶ θρήνων ἄξιον. Διεσώθη δὲ μετ´ αὐτῶν καὶ ὁ Μιχαὴλ, τὴν ἴσην καὶ αὐτὸς περικείμενος τύχην. Γειώργιος δὲ μάγιστρος ὁ Μανιάκης ἐν Ἰταλίᾳ, ὡς ἴρηται, παρὰ Ζωῆς τῆς βασιλίδος πεμφθεὶς ἐφ´ ᾧ καταστήσασθαι τὰ ἐκεῖσε γὰρ τὰ πάντα καὶ κακῶς ἐφέροτο ἀπειρίᾳ καὶ φαυλότητι ἀρχηγών), πρὸς ἀποστασίαν ἀπεῖδεν. Ἔξιον δὲ εἰπεῖν ἐπιδραμόντας καὶ τὰς αἰτίας εἷς ἀκριβῆ γνῶσιν τῶν τῷ βιβλίῳ ἐντνγχανόντων. Ὅτε γὰρ οὖτος πρῶτον εἶς, Ἰταλίαν ἐπέμφθη παρὰ τοῦ βασιλέως Μιχαήλ συμμαχήσων Ἀπολάφαρ Μαχοῦμετ τῷ τῆς Σικελίας, ἄρχοντι πελεμουμένῳ παρὰ τοῦ οἰκείου ἀδελφοῦ καὶ τῶν Ἅφρων, ἔτυχε προσεταιρισάμενος καὶ Φράγγους κεντακοσίους ἀπὸ τῶν πέραν τῶν Ἄλπεων Γαλλιῶν μεταπεμφθέντας καὶ ἀρχηγὸν ἔχοντας Ἀρδουῖνον τὴν κλῆσιν, χώρας τινὸς ἄρχοντα καὶ ὁπὸ μηδενὸς ἀχόμενον, μεθ´ ὥν τὰ τῶν Σαρακηνπῶν εἰργάσατο τρόπαια. Ἐπεὶ δὲ οὖτος συκοφαντηθεῖς παρελύθη τῆς ἀρχῆς καὶ εἰς τὴν πόλιν εἰσαχθεὶς καθείρχθη, καὶ ἄρχειν ἀντ´ αὐτοῦ τῆς Ἰταλίας ἐπέμφθη Μιχαήλ πρωτοσπαθάριος ὁ Δοκειανὸς, ἀνκπιτήδειος ἄνθρωπος καὶ πρὸς μεταχείρησιν πραγμάτων οὐκ εὐφυὴς, οὐκ ἀδεήθη χρόνου συγχέαι καὶ διαφθεῖραι τὰ κάντα. Μὴ παρέχων γὰρ κατὰ καιρὸν τοῖς Φράγγοις τὸ αὐτοῖς παρεχόμενον ἐφ´ ἕκαστον μῆνα σιτηρέσιον, μᾶλλον δὲ, ὡς φασι, καὶ τὸν ἡγεμόνα τούτων, ἀφιγμένον ὡς αὐτῶν ἐφ’´ ᾧ παρακαλίσαὶ ἡπίως χρῆσθαι τοῖς στρατιώταις καὶ μὴ ἀποστερεῖν τούτους τοῦ τῶν πόνων μισθοῦ, ὁβρίσας καὶ μαστιγώσας ἀτίμως, ἠνάγκασε τοὺς ἀνθρώπους ἀποστατῆσαι. Ὢν ὅπλα κεκινηκότων δέον τὰς Ῥωμαικὰς ἁπάσας ἀθροῖσαι δυνάμεις καὶ τούτοις προσμῖζαι, ὁ δὲ τοῦτο οὐκ ἐποίησεν, ἀλλ´ ἕν εἰληφώς τάγμα τὸ τοῦ Ὀψικίου καὶ μέρος τῶν Θρφησίων,