Ancient Greek
2.146.14 to 2.146.21
Georgius Cedrenus, Compendium Historiarum 2.146.14-21
Unproofread scanNot analysed yet
καὶ διὰ μέσης τῆς πλατείας θριαμβεύσας προηγουμένης τῆς κεφαλῆς ἄνωθεν δόρατος, καὶ τῶν ἀποστατῶν ὅνοις ἐποχουμένων, αὐτὸς ὅπισθεν εἴπετο, ἵππῳ λευκῷ ἐφεζόμενος. Καὶ τὰ μὲν περὶ τον Μανιάκην τοιοῦτον εἴληφε τέλος. Γέγονε δέ τις καὶ ἀλλη ἀποστασία ἐν Κύπρῳ κατὰ τοῦτον τὸν χρόνον, πρωτουργὸν ἔχουσα Θεόφιλον τὸν Ἐρωτικόν· οὗτος γὰρ τῆς νήσου στρατηγῶν καὶ νεωτέρων ἀεὶ πραγμάτων ἀφιέμενος, ἐπείπερ ἐπύθετο τὴν τοῦ Καλαφάτου καταστροφὴν καὶ τὴν κατασχοῦσαν τὰ πράγματα σύγχυσιν, καιρὸν εὕθετον εὑρεῖν οἰηθεὶς πρὸς τὸ σπουδαζόμενον, τότε τὸ ἔθνος ἄπαν τῶν Κυπρίων ἀνάπτει, καὶ τὸν δικαστὴν καὶ πράκτορα τῶν δημοσίων φόρων τὸν πρωτοσπαθάριον Θεοφύλακταν ἀνελεῖν παρασκευάζει, ἔγκλημα τούτῳ ἐπενεγκὼν ὡς βαρείας τὰς τῶν συντελειῶν ποιουμένῳ εδσπράξεις. Ἀλλὰ πρὸς τοῦτον οὐκ ἐδέησε τῷ Μονο μάχῳ μαικροτέρας τριβῆς· χειροῦται γὰρ αὐτὸν κπεμφθεῖς ἔ [τε] τοῦ στόλου κατάρχων Κωνσταντῖνος πατρίκιος ὁ Χαγὲ, τὸ ἕθνος ἄπαν τῶν Κυπρίων ὑποποιησάμενος, καὶ εἰς βασιλέα ἀγει. Ἀχθέντα δὲ θῆλυν ὁ βασιλεὺς ἐνδύσας στολὴν καὶ ἐν τῷ ἰππικῷ ἰπποδρομίας ἀγομένης θριαμόεύσας καὶ τῶν ὑπαρχόντων ψιλώσας ἀπίλυσε [. πεβὶ Τῆ δὲ κʹ τοῦ Φεβρουαρίου μηνὸς, τῆς ιαʹ [ἰνδικτιῶνος, κατέλυσε τὴν ζωὴν Ἀλέξιος ὁ πατριάρ,