Ancient Greek
2.150
Georgius Cedrenus, Compendium Historiarum 2.150
Unproofread scanNot analysed yet
Ἀβασγῶν ἀρχηγὸς ὄπλα κατὰ Ῥωμαίων ἐκίνησε, συμμαχῶν ἦν αὐτῷ καὶ Ἰωβανεσίκης ὁ τῆς τοῦ Ἀνίου κυριεύων χώρας. Ἐπεὶ δέ, ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται, Βασίλειος ὁ βασιλεὺς ἀνελθὼν ἐν Ἡβηρίᾳ παρατάξεσιν ἡγωνίσατο κατὰ τοῦ Γεωργίου καὶ τοῦτον ἐτρέψατο καὶ συνέτριψε, φοβηθεὶς ὁ Ἰωβανεσίκης μή πως ὁ βασιλεὺς μηνιῶν διὰ τὴν συμμαχίπη ἀνήκεστόν τι ἀς αὐτὸν διαπράξηται, τὰς κλεῖς τῆς πόλεως εἰληφώς αὐτομολεῖ πρὸς τὸν βασιλέα καὶ ἑαυτὸν ἐγχειρίζει ἐθελοντὴς καὶ τὰς κλεῖς παραδίδωσιν. Ὁ δὲ τῆς συνέσεως τοῦτον ἀποδεξάμενος μάγιστρόν τε τιμᾷ καὶ ἄρχοντα διὰ βίου τοῦ Ἀνίου καὶ τῆς λεγομένης μεγάλης Ἀρμενίας προβάλλεται, ζγγραφον ἀπαιτήσας ἁπ´ αὐτοῦ γραμματεῖον ὡς μετὰ τὴν αὐτοῦ τελευτὴν ἐπανήξει πᾶσα ἡ τοιαύτη ἀρχὴ εἰς τὸ δίκαιον αὐτοῦ καὶ μέρος ἔσεται τῆς Ῥωμαῖκῆς. Ἐγένετο ταῦτα. Καὶ θνήσκει μὲν ὁ βασιλεὺς, θνήσκει δὲ μετὰ χρόνους ἱκανοὺς καὶ ὁ Ἰωβανεσίκης· καὶ θανόντος αὐτοῦ Κακίκιος ὁ τούτου ὅλας διαδεξάμενος τὴν ἀρχὴν εἰρήνην μεν διετήρει πρὸς Ῥωμαίους καὶ ὁμσιχμίαν, κατεῖχε μέντοι τὴν πατρῴανἀρχὴν, [. Τ] καὶ ἀποδοῦναι Ῥωμαίοις οὔκ ἤθελεν, ὡς τὸ πατρικὸν ἐβούλετο γραμματεῖον. εὑρὼν οὖν ἐν τοῖς ἀνακτόροις τὸ γραμματεῖον ὁ »εονομάχος ἀπῄτει καὶ τὸ Ἀνίον καὶ τὴν πᾶσαν μεγάλην Ἀρμενίαν ὡς Βασιλείου τοῦ βασιλέως διάδοχοτ. Τοῦ δὲ δοῦλον μὲν ἑαυτὸν ἀνομολογοῦντος Ῥωμαίων, ἀποστῆναι δὲ τῆς πατρῴας ἀρχῆς μὴ ἐθέλοντος, πολεμητέον ἐδόκει τῷ βασιλεῖ. Καὶ δὴ στρατὸν ἀγείρας καὶ Μιχαήλ Βέστῃ τῷ Ἰασίτῃ ἐγχειρίσας, ἄρχοντι φθάσαντι προβληθῆναι τῆς Ἠβηρίας, πολεμεῖν ἐπισκόπει τῷ Κακικίῳ· ὁ δὲ ἀπελθὼν, καθ´ ὅσον οἷόν τ´ ἦν, ἔσπευδεν ἐκπληροῦν τὸ προστεταγμένα. Ὅπερ γνοὺς ὁ Κακίκιος, καὶ ὅτι ἀντὶ φίλου καὶ συμμάχου πολέμιος κέκριται, καὶ πὸτὸς τὰς αὐτοῦ δυνάμεις ἀγηοχώς κατὰ τὸ ἐγχωροῦν σὐτῷ τοὺς ἐπιόντας ἡμόνετο. Κακῶς δὲ φερομένων τῶν πραγμάτων τῷ Ἰασίτῃ, πέμπεται καὶ ὁ Νικόλαος πρότδρος ὁ δομέστικος τῶν σχολῶν, ὁ τοῦ βασιλέως Κωνσταντίνου παρακοιμώμενος, μετὰ βαρείας χειρὸς, ὥστε τῷ πλήθει καὶ τῇ δυνάμει κατωγωνίσασθαι τὸν Κακίκιον Στέλλονται δὲ γράμματα τοῦ βασιλέως πρὸς Ἀπλησφάρην τὸν ἄρχοντα τοῦ Τιρίου καὶ τῆς περὶ τὸν Ἀράξην ποταμὸν Περααθμενίας, παρακαλοῦντα τοῦτον κατὰ τὸ δυνατὸν δροῦν την μεγάλην Ἀρμενίαν καὶ τὴν ὑποκειμένην