Ancient Greek
2.152
Georgius Cedrenus, Compendium Historiarum 2.152
Unproofread scanNot analysed yet
ἄλλοι μὲν τοὺς ἵππους ἀποβάντες, ἄλλοι δὲ καὶ ἔφιπκοι, ὧς πη ἱκκστος ἐβοόλιτο, πρὸς τὴν πόλιν Ζτρεχον ὡς αὐτοβοεὶ ταύτην αἱρήσοντες. Ἐπεὶ δὲ ἔνδον ἐγένοντο τῶν ἐν μίσω τῶν ἀμπελώνων ὁδῶν καὶ ἄχρι τῆς πόλειως ἔφθασαν, τότε δὴ τῇ σάλπιγγι σημήνας ὁ Ἀπλησφάρης ἔργου ἐκέλευσεν ἔχεσθαι, καὶ ἐξαναστάντες ἀπὸ τῶν λόχων οἱ πεζοὶ οἱ μὲν τόξοις οἱ δὲ λίθοις ἔβαλλον, ἄλλοι δὲ ἐτίτρωσκον ἀπὸ τῶν θρ-γγῶν, τῶν Ῥωμαίων κωλυομένων ὑπὸ τούτων τοὺς πολεμίους ἀμύνασθαι Γίνεται οὖν τροπὴ μεγάλη, καὶ σφάζεται Ῥωμαίων ἀπείρων πλῆθος, φυγεῖν μὴ δυναμένων τῶν ἵππων, ἀλλ´ ἐμπιπτόντων εἰς τὸν πηλὸν καὶ τὰ τέλματα. Μόλις οὖν σωθεὶς ὁ Ἰασίτης σὺν τῷ Κωνσταντίνῳ ἀν τῷ Ἀνίω αὐτάγγελοι τῆς συμφορᾶς τῷ Νικολάῳ γεγόνασιν. Ἀγγελθέντος δὲ τοῦ συμβάντος ἀτυχήματος τῷ βασιλεῖ, ὁ μὲν Νικόλαος και ὁ Ἰασίτης ἀφαιροῦνται τὰς ἀρχὰς, προχειρίζανται δὲ ἀντὶ μὲν τοῦ Ἰασίτου δοὺς Ἰβηρίας ὁ Κεκαυμένος, ἀντὶ δὲ τοῦ Νικολάου στρατηγὸς αὐτοκράτωρ Κωνσταντῖνος ὁ τῆς μεγάλης ἐταιρείας ἄρχων, εὐνοῦχος ἄνθρωπος, ἐκ Σαρακηνῶν ἕλκων τὸ γένος καὶ τῷ βασιλεῖ ὑπηρετήσας πρὸ τῆς βασιλείας καὶ πίστιν τηρῶν ἐε´ αὐτόν οἷ δὴ καὶ κατὰ χώραν γενόμενοι καὶ τὰς δυνάμεις συνηθροικότες ἔργου εἴχοντο. Καὶ τῇ μὲν τόλει τοῦ Τιβίου, ἥτις ἦν τοῦ παντὸς ἔθνους μητρόπολις, προσβαλεῖν οὐκ ἡθέλησαν, ἀποπειρῶνται δὲ [βέ] τῶν λοιπῶν φρουρίων τῶν ὅσα τῷ Ἀνίω ήπάκιιται. Καὶ αἱροῦσι μὲν τὴν Ἀγίαν Μαρίαν καὶ τὸ λεγόμενον Ἀμπίερ καὶ τὸν ἅγιον Γρηγόριον, λίαν ἀρυμνὰ καὶ ἀπόκρημνα ὀχυρώματι, τοῦ Ἀπλησφάρη παλλάκις ἐπιχειρήσαντος βοηθῆσαι αὐτοῖς πολιορκουμένοις, καὶ τοσαυτάκις ἡττηθέντος. Ἔρχονται δὲ καὶ ἐπὶ τὸ φρούριον τὸ καλούμενον Χελιδόνιον, ἐπὶ βουνοῦ τε ἀποκρήμνου ἱδρυμένον καὶ οὐ πόῤῥω κείμενον τοῦ Τιβίου· καὶ κυκλωσάμενοῖ τοῦτο τάφροις ναὶ χάραξι διὰ προσεδρείας ἠπείγοντο παραστήσασθαι· καὶ γὰρ δὴ καὶ ἐσπάνιζον τῶν ἀναγκαίων αἱ εἷσω τοῦ τείχους, μὴ φθάσαντες εἰσκομίσασοαι τὰ ἐειτήδεια διὰ τὸ τῆς προσβολῆς ὀξόῤῥοπον. Καὶ παοεστήσαντο ἂν καὶ τοῦτο, εἰ μὴ αἰφνιδίως ἡ τοῦ πατρικίου Λέοντος τοῦ Τορνικίου ἐξ ἐσπέρας ἀνήφθη ἀποστασία. Οὗτος γὰρ στρατηγῶν ἐν Ἰβηρίᾳ καὶ διαβληθεῖς ὡς τυραννιῶν τῆς τε ἀρχῆς παραστίλλε. ται καὶ μοναχὸς ἀποκείρεται καὶ εἰς τὴν πόλιν αχθεῖς οἴκοι μένειν ἐν Ἀδριανουπόλει προστάττεται. κἡ ἀνεγκών δὲ εόφόρως τὰ εἰς αὐτὸν γεγονότα ἀνιααἀ λάθρα καὶ κατὰ μικρὸν τοὺς ἐν Ἀδριανουπόει κρότερον ὃποποιεῖται στρατηγοὺς, ὁπόσοι ἔτυχγον ᾶντες παρεωραμένοι καὶ ἄπρακτοι· διὰ δὲ τούτων καὶ τῶν αὑτοῦ συγγενῶν ὑποφθείρας καὶ τοὺς ἂαοι τῶν Μακεδονικῶν ἧρχον ταγμάτων καὶ Θρῳκικῶν καί τοὺς ὅσοι ἐσχόλαζον στρατιώτας καὶ τοὺς ὅσοι ταῖς λεηλασίαις καὶ ταῖς διαρπαχαῖς ἔχαιρον, καὶ χεῖρα ἱκανὴν συστησάμενος, ἀναγορεύεται βασιλεὺς, καὶ ἄπαντα τὸν ὑπ´ αὐτὸν ἂγείρας λαὸν ὀξὺς ἐπιφαίνεται τῇ βασιλίδι, τοῦ βασιλίως μήτε ἱκανόν λαὸν ἔχοντος πρὸς ἀντιπαράταξιν μήτε πιστεύοντος τοῖς κολίταις ὡς οὐνοιαν καὶ πίστιν φυλάξουσιν ἐς αὐτόν.