Ancient Greek
2.155
Georgius Cedrenus, Compendium Historiarum 2.155
Unproofread scanNot analysed yet
Σαρακηνῶν ἐπικρατείας μὴ μόνον Περσίδος καὶ Μηδίας, Βαβυλῶνος καὶ Ἀσσυρίων κυριευούσης, δη δὲ καὶ Αἰγύπτου καὶ Λιβύης καὶ μέρους οὐκ ὁλίγου τῆς Εὐρώπης, ἐπείπερ ἔτυχον ἐν διαφόροις καιροῖς ἀλλήλων καταστασιάσαντες καὶ ἡ μία καὶ μεγίστη ἀρχὴ αὕτη εἰς πολλὰ διῃρέθη μέρη, καὶ ἄλλον μὲν ἀρχηγὸν εἶχεν ἡ Ἰσπανία, ἄλλον δὲ ἡ Αιβόη, ἄλλον δὲ ἡ Αἴγυπτος, ἄλλον δὲ ἡ Βαβυλὼν, ἕτερον δὲ ἡ Περσὶς, καὶ πρὸς ἀλλήλους μὲν οὐχ ὡμονόουν, μᾶλλον μὲν οὖν καὶ προσεπολέμουν οἱ γειτονοῦντες, ἀρχηγὸς Περσίδος και Κωρασμίων καὶ Ὀρητανῶν καὶ Μηδίας ὑπάρχων Μουχοῦμετ κατὰ τοὺς χρόνους Βασιλείου τοῦ βασιλέως ὁ τοῦ Ἰμβραὴλ, καὶ πολεμῶν Ἰνδοῖς καὶ Πα βυλωνίοις καὶ κακῶς ἐν τῷ πολέμῳ φερόμενος, ἐγνω δεῖν πρὸς τὸν ἄρχοντα Τουρκίας πρεσβεύσασθαι καὶ συμμαχίαν ἐκεῖθεν αἱτήσασθαι. Πέμπει γοῦν πρέσβεις πρὸς αὐτὸν καὶ δῶρα πολυτελῆ, καὶ πεμφθῆναί οἶ ἐξαιτεῖ συμμάχους τὸν ἀριθμὸν τρισχιλίους. Ὁ δὲ δεξάμενος ἀσμενέστατα τὴν πρεσβείαν καὶ τοῖς πεμφθεῖσι δώροις ἡσθεὶς ἐκπέμπει πρὸς αὐτὸν τοὺς τρισχιλίους, ἀρχηγὸν ἔχοντας Τραγολιπάκην Μουκάλετ τὸν υἱὸν Μιχαὴλ, ἄμα καὶ ἐλπίσας ὡς εἴπερ οὗτοι δυνηθεῖεν ἀποκρούσασθαι τοὺς ἐπεμβαίνοντας τοῖς Σαρακηνοῖς, ῥᾷστά τε τῆν τοῦ Ἀράξιδος ποταμοῦ γέφυραν τὴν κωλύουσαν Τούρκους ἐς Περ αίδα ἰέναι ἄτε πεπυργωμένην οὖσαν ἔνθεν κἀτεῖθεν καὶ φρουροῖς πάντοθεν φυλαττομένην βατὴν θήσουσι περιελόντες τὰς φρουρὰς, καὶ ὑποχείριον αὐτῷ ποιήσουσι τὴν τῶν Περσῶν χώραν. Ἀφικομένων τοίνυν τῶν μισθοφόρων, αὐτούς τε ἀναλαβόμενος ὁ Μουχοῦμετ καὶ τὰς ἑαυτοῦ δυνάμεις προσβάλλει τῷ τῶν Ἀράβων ἄρχοντι Πισασιρίῳ, καὶ ῥᾷον αὐτὸν τρέπεται, μὴ ὑποστάντων τὰς τῶν τόξων βολὰς τῶν Ἀράβων. Ὑποστρέψας δὲ εἰς τὸν ἑαυτοῦ ἠπείγετο καὶ πρὸς τοὺς πολεμοῦντας Ἰνδοὺς ὃιαγωνίσασθαι μετ´ αὐτῶν. Ἐκείνων δὲ ἐξαιτουμένων εἶς τὴν ἑαυτῶν ὑποστρέψαι συγχωρηθῆναι, ἀνεθείσης αὐτοῖς τῆς ἐν τῇ γεφύρᾳ φυλακῆς τοῦ Ἀράξιδος, ἐπείπερ ἐκεῖνος ἐνέκειτο καὶ βίαν ἐπενεγκεῖν ἐβούλετο, δείσαντες οὗτοι μὴ καὶ πάθωσί τι δεινὸν, ἀποστατοῦσι, Καὶ τὴν Καρβωνῖτιν ὑποδύντες ἔρημον διὰ τὸ μὴ θαῤψεῖν ὀλίγους πρὸς τοσαύτας ἀντιπα ρατάξασθαι μυριάδας, ἐκεῖθεν ἐκδρομὰς ποιούμενοι ἐδήουν καὶ ἔφερον τὰ Σαρακηνῶν. Δυσανασχετήσας οῦν ὁ Μουχοῦμετ ἐπὶ τοῖς γινομένοις, στρατὸν ἀθροίσας ἀμφὶ τὰς κʹ χιλιάδας ἐκπέμπει κατὰ τῶν Τούρκων, [Ρ. Τθεὶ ἐπιστήσας αὐτοῖς δέκα στρατλνοὺς ἀπὸ τῶν εὐγενεστάτων καὶ συνετωτάτων καὶ ἀπ´ ἀνδρίᾳ μεμαρτυρημένῶν Σαρακηνῶν. Ἀραντες οὖν οὗτοι ἀπήριχοντο πρὸς τὸν πόλεμον. Καὶ εἰσελθεῖν μὲν εἴς τὴν ἔρημον διὰ νὴν τοῦ ὕδατος καὶ τῶν τροφῶν ἔνδειαν ἀλυσιτελὲς ἐλογίζοντο, ἔγγιστα δὲ τοῦ στόματος τῆς ἐρήμου στρατοπεδεύσαντες διεσκοποῦντο τὸ ποιητέον. Ὁ δὲ Γαγγρολίπηξ ἐς τὸ βάθος αὐλιζόμενος τὴς ἐρήμου, ἐπείπερ ἔμαθε