Ancient Greek
2.164
Georgius Cedrenus, Compendium Historiarum 2.164
Unproofread scanNot analysed yet
περᾷν. Ἐπανηκόντων δ´ ἀήρκτων τῶν αὐτοῦ πρέσβεων, ὁ Τυρὰχ ἐχαλέπαινε καὶ ὠργίζετο καὶ θᾶττον ηὕχετο καταλαβεῖν τὸν χειμῶνα. Ὥδη δὲ τῆς φθινοπωρινῆς ληγούσης ὡρας καὶ τοῦ χειμῶνος ἐπιστάντος, τοῦ ἡλίου ὅντος ἐπὶ τὸν Δἶγοκέρωτα ἄνεμος ὅπνευσεν ἀπαρκτίας πολὺς, ὡς ἀποκρυσταλλωθῆναι μέχρι πεντεκαίδεκα πήχεων ἐς βάθος τὸν ποταμόν. Πάσης οὖν φυλακῆς σχολασάσης, δραξάμενος ἁδείας ἡς ἐπιτυχεῖν ηὕχετο ὁ Τυρὰχ διαπερᾷ πὸν Ἴστρον μετὰ πάντων τῶν Πατζινάκων, ὅντων, ὡς ἐλέγετο, χιλιάδων ὀκτακοσίων, καὶ ἐς τὴν περαίαν ἰδρύετο, κείρων καὶ ἀφανίζων τὰ παραπίπτοντα Γράμματα δὲ πρὸς τὸν βασιλέα ἐστέλλετο βοηθεῖν δεόμενα τὴν ταχίστην. Ὁ δὲ μηδ´ ὅλα τὰ γράμματα πναγνοὺς τῷ δουκὶ Ἀδριανουπόλεως γράφειν δὲ Κωνσταντῖνος μάγιστρος ὁ Ἀριανίτης τὰς Μακεδονικὰς εἰληφότι δυνάμεις, ἔτι δὲ καὶ πρὸς Βασίλειον Μοναχὸν τὸν ἡγεμόνα τῆς Βουλγαρίας τὴν Βουλγαρικῆν εἰληφότα χεῖρα ἀφικέσθαι καὶ ἓνωθῆναι τῷ Μιχαήλ καὶ τῷ Κεγένῃ καὶ μετ´ αὐτῶν πρὸς τοὺς Πατζινάκας διαγωνίσασθαι, Ὡν κατὰ τὸ βασιλικὸν ποιησάντων ἐπίταγμα καὶ πάντων ὄφ´ ἕν γενομένων, ἀναλαβών ὁ Κεγένης τὰς Ῥωμαϊκὰς φάλαγγας ἐν τοῖς ὑπαίθροις στρατοπεδεύεται, καὶ καθ´ ἑκάστην ἐπιὼν ἐξ ἐφόδου οὐ μικρὰ τοὺς Πατήινάκας ἐλύπει Τούτοις γὰρ ἄμα τῇ τοῦ ποταμοῦ διαβάσει ἀφθονίαν ζώων εὐροῦσι πολλὴν καὶ οἴνου καὶ τῶν ἐκ μέλιτος κατασκευαζομένων πομάτων, ὥν οὐδὲ ἀκοὴν ἔσχον πώποτε, καὶ ἀνέδην τῶν τοιούτων ἐμφορουμένοις νόσος ἐσπίπτει κοιλιακὴν διάθεσιν ἔχουσα. καὶ ἀπώλλυντο ἑκάστης ἡμέρας ἀναρίθμητα πλήθη. [ΡΤ Ὅκερ πυθόμενος ὁ Κεγένης διά τινος αὐτομόλου, καὶ καιρὸν ἐπιτήδειον κρίνας τοῦτον εἶναι τοῖς ἐχθροῖς ἐπιθήσεσθαι, ὁπότε καὶ χειμῶνι καὶ νόσῳ πιέζονται, ἀναπείσας καὶ τοὺς Ῥωμαίους ἀκνοῦντας καὶ δεδιότας πρὸς τοσαύτας ἀντιπαρατάττεσθαι μυριάδας, προσρήγνυται τοῖς ἐχθροῖς. Οἱ δὲ πὴν ὀξεῖαν ἔλευσιν ἐκπλαγέντες καὶ πρὸς τὸν πόλεμον ἀποδειλιάσαντες, ῥίψαντες τὰ ὅπλα αὐτός τε ὁ Τυρὰχ καὶ πάντες οἱ ἄρχοντες καὶ τὸ λοιπὸν πλῆθος ἑαυτοὺς ἐγχειρίζουσιν. Ὁ μὲν οὖν Κεγένης συνεβούλευε καὶ διεμαρτύρατο πάντας ἡβηδὸν ἀποσφάξαι, ἔλεγε δὲ καὶ παροιμίαν βάρβαρον μὲν, νοῦν δὲ πολὺν ἔχουσαν, ὡς Ἔτι χειμῶνος ὅντος δεῖ τὸν ὅφιν ἀποκτεῖναι, ὁπηνίκα τὴν κέρκον κινεῖν οὐ δύναται· ὑπὸ ἡλίου γὰρ θαλφθεὶς κόπους ἡμῖν παρέξει καὶ πράγματα. Τοῦτο δὲ τοῖς ἄρχουσιν οὐκ ἐδόκει Ῥωμαίων, ἀλλὰ βαρβαρικὸν τὸ ἔργον καὶ ἀνόσιον ἐνομίζετο καὶ Ῥωμαϊκῆς ἀνάξιον ἡμερότητος. Μᾶλλον μὲν οὖν συμφέρον ἐνόμιζον διασκεδάσαι τούτους ἐν ταῖς ἐρήμοις τῆς Βουλγαρίας πεδιάσι καὶ ἄλλους ἀλλαχοῦ ἐχκατοικίσαι καὶ φόρους αὐτοῖς ἐπιθεῖναι· ἔσεσθαι γὰρ οὐκ εὐαρίθμητον τὸν ἀπὸ τῶν τοιούτων δασμόν· εἰ δεήσει δὲ τῷ βασιλεῖ καὶ στρατοῦ πρός τε τοὺς Τούρκους καὶ πρὸς ἄλλα ἕτερόφυλα γένη, καθοπλίζειν ἀπ´ αὐτῶν. Πολλῶν οὖν λόγων ῥηθέντων ἐνίκησεν ἡ τῶν Ῥωμαίων γνώμη· καὶ ὁ μὲν Κεγένης ὅσους ἱλαβε ζωγρίας, πλὴν ὧν ἀπημπόληκε, τοὺς πάντας ἀποσφάξας ὁπενόστησειν οἵκαδε, τὰς δὲ τῶν Πατζινάκων μυριάδας ὁ τῆς