Ancient Greek
2.166
Georgius Cedrenus, Compendium Historiarum 2.166
Unproofread scanNot analysed yet
μηδενὸς ἀντιστῆναι Ἱ κωλῦσαι τολμήσαντος· τὸ γὰρ αἰφνίδιον τῆς ἐφόδου εὔκολον αὐτοῖς τὴν πορείαν εἰργάσατο. Ἐνωθέντες οὖν τοῖς ἐν Τριαδίτίῃ iλατζινάκοις διακηρυκεύον ται καὶ πρὸς τοὺς ἐν ταῖς ἄλλαις χώραις καθιδρυμένους. Γενόμενοι οὖν οἱ πάντες ἄθροισμα ἕν, καὶ ἀνθ´ ὅπλων ἀξίνας γεωργικὰς καὶ δρέπανα καὶ ἄλλα σιδήρια λαμβάνοντες ἀπὸ τῶν ἀγρῶν καθοπλίζονται, καὶ ἐν Φλιππουπόλει γενόμενοι καὶ τὸν Αἵμον διαβάντες τὸ μὲν πλῆθος ἄπαν περὶ τὸν λεγόμενον ὕσμον Κποταμὸν κατεσκήνωσιν ἐν τῇ παριστρίῳ πεδιάδι, μόνος δὲ ὁ Σελτὲ ἐν τῷ Λοβιτζῷ προσμείνας διανεπαύετο. Ρ. Ἱ Ἃρτι δὲ καὶ τὰς Μακεδονικὰς ἀθροίσας δυνάμεις ὁ Ἀριανίτης καταδιώκει ὅπισθεν αὐτῶν. Καὶ καταλαβών ἐν τῷ Λοβιτζῷ τὸν Σελτὲ κατεσκηνωμένον. τοῦτον μὴν κρατῆσαι οὐκ ἵεχυσενθασε γὰρ διαδρὰς], τὴν δὲ πᾶσαν αὐτοῦ στρατοπεδείαν κατασχών ἑπέστρεψε. Καὶ τὰ μὲν τῆς Ἐσπίρας τοῦτον ἔσχε τὸν τρόπον. Ὁ δὲ σουλτάνος, ὡς εἴπομεν, βαρυθυμήσας διὰ τὴν τῶν αὐτοῦ καταφρόνησιν πρέσβεων καὶ τὴν τῶν θελημάτων ἀστοχίαν, ἄρας μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως ἔξεισι κατὰ τῆς ὑπηκόου Ῥωμαίοις· καὶ κατελθὼν ἄχρι τοῦ λεγομένου Κωμιοῦ, καὶ μηδὲν ὁ τι καὶ λόγου ἄξιον διαπράξασοαι δυνηθεὶσθασαν γὰρ οἱ τῆς χώρας προασφαλίσασθαι ἑαυτούς τε καὶ τὰ αὐτοῖς ἀναγκαιότατα ἐν τοῖς φρουρίοις· γέμει δὲ ὴ Ἱβηρία φρουρίων ἐρυμνοτάτων,, προσωτέρω δὲ ποοβῆναι μὴ θαῤῥήσας τῷ πυθέσθαι τὰς Ῥωμαικὰς ἐν Καισαρείᾳ δυνάμεις ἀθροίζεσθαι, ὑπὲστρεψε τῷ θυμῷ φλεγμαίνων καὶ μέγα τι ἵητῶν κατεργάζεαλαι. Γενόμενος δὲ κατὰ τὸ Βαασπρακὰν, καὶ παραπλησίως κἀκεῖ τὰ πάντα τειχήρη εὑρών, ἐπ ἔβαλε ταῖς πολιορκίαις, καὶ ἀπεπειράσατο πρότερον τοῦ λεγομένου Μαντζικίερτε· πόλις δὲ τὸ Μαντζικίερτε ἐν γῇ ὁμαλῇ μὲν κειμένη, τείχεσι δὲ τρισὶ στεφανουμένη καὶ ὕδασι πολλοῖς ἔνδον κατάῤῥυτος πηγιμαίοις· τότε δὲ καὶ ἔτυχεν ἀφθόνος εἰσκομίσασα τὰ ἀναγκαῖα. Ταύτην οἰηθεὶς ὁ σουλτάνος ῥαδίως ἐκπολιορκῆσαι τῷ ἐν εὐεπιβουλεύτῳ ἰδρύσοαι τόπῳ, χάρακα πηξάμενος ἔγγιστα ἐπεχείρει πολιορκεῖν, καὶ διέμεινεν ἐπὶ τριάκοντα ἡμέρπς ταύτην ἀνινδότως πολιορκῶν, ποικίλαις ἐλεπόλεσι χρώμενος καὶ παντοίοις εἶδ σι μηχανημάτων. Εὐρώστως δὲ πῶν ἔνδον ἀποκρουομένων τὰς προσβολὰς ἐμπειρία καὶ συνέσει τοῦ στρατηγοῦ ν δὲ Βασίλειος πατρίκιος ὁ ἀπὸ Κάπης), ἐπείπερ ἔγνω ἀδυνάτοις ἐπιχειρῶν, ἐβουλεύσατο λῦσαι τὴν πολιορκίαν καὶ Ἀποστρέψαι. Ἀνέκοψε δὲ τῆς ὁρμῆς αὐτὸν Ἀλκὰν ἃ τῶν Χωρασμίων ἡγεμὼν, ατησάμενος μίαν ἔτι προσμεῖναι ἡμέραν καὶ αὐτῷ ἐπιτρέψαι τὸν κατὰ τῆς πάλεως πόλεμον. Πσθεὶς δὲ τῷ αἰτήματι ἐπέσχε τὴν ἀναζυγήν. Ἔωθεν οὖν ὁ Ἀλκὰν τὸν ἀμφ´ αὐτὸν ἀθροίσας ἄπαντα λαὸν, καὶ θεωρών ἐπί τινος γεωλόφου κατὰ τῆν ἑῴαν στήσας πύλην τὸν σουλτάνον αὐτὸν καὶ τοὺς ὄσοι τῶν Τούρκων ἧσαν ἐπισημότατοι, τὰς ἑλεπόλεις λαβών ἅπεισιν εἰς τὴν εἰρημένην πόλην· ἐκεῖσε γὰρ ἐδόκει τὰ τείχη τῆς πόλεως ταπεινότερά τε καὶ ἀσθενίστερα, καὶ ὁ τόπος ἀνάστημα ἔχων καὶ τῇ πολιορκίᾳ προσβοηθῶν, ἄνωθεν αἰδοῦς βάλλεσθαι τοὺς εἷσω τοῦ τείχους ὑπὸ τῶν ἔξω. Διελών οὖν διχῆ τὴν δόναμιν, καὶ τὴν μὲν στήσας ἐἰπὶ τοῦ ἀταστήματος ἐπιμόνῳ χρῆσθαι