Ancient Greek
2.169
Georgius Cedrenus, Compendium Historiarum 2.169
Unproofread scanNot analysed yet
οὐκ ἔλαθε τῶν Πατζινάκων. Τήν τε γὰρ τοῦ αὐτῶν καθηγεμόνος κατάσχεσιν καὶ τὴν τῶν ἐκείνου υἱῶν διάζευξιν οὐ χρηστὸν οἰωνὸν ἐλογίζοντο, καὶ σημεῖον κακονοίας προφανὲς ἐνόμιζεν τὴν τῶν ἐπιβούλών ἐλευθερίαν. Διὸ καὶ τὰ μὲν πεμφθέντα ἐδέξαντο μετ´ εὐχαριστίας, καὶ τὸν βασιλέα εὐφήμησαν, καὶ δι´ ὧν ἐποίουν ἀποδεχομένοις ἀῴκεσαν τὰ πραχθέντα· νυκτὸς δὲ ἐπιγενομένης, μηδενὸς ὑποτοπάσαντος ἄραντες ἐκ τῆς παρεμβολῆς καὶ συντόνῳ δι´ ὄλης νυκτὸς κοησάμενοι τῇ ὁδοιπορίᾳ, τριταῖοι τὸν Αἶμον διαβάντες ἐνοῦνται καὶ αὐτοὶ τῷ πλήθει τῶν Πατνινάκων Γενόμενοι οὖν ἄπαντες ὑφ´ ἓν, ἥδη δὲ καὶ ὅπλων ἀποχρώντως ηὐπορηκότες διαπερῶσι τὸΑἶμον, καὶ παρεμβολὴν μὲν πηγνύουσι κατὰ τὴν Αύλὴνφρούριον δὲ ἡ Αὐλὴ κατὰ τὰς ὑπωρείας κειμένη] τοῦ Αἵμου καὶ οὐ πάνυ πόρρω κείμενον Ἀδριανουπόλεως] καὶ πρὸς λεηλασίαν καὶ λείαν τοίΟντΗ. Ὅκερ μαθὼν ὁ τῆς Δύσεως ἄρχων Κωνσταντῖνος μάγιστρος ὁ Ἀριανίτης, καὶ αὐτὸς παρεσκευασμένας ἔχων τὰς ἀμφ´ αὐτὸν δυνάμεις, ἄρας ἐξ Ἀδριανουπόλεως ἔρχεται κατ´ αὐτῶν. Καὶ σποράσι μέν τισιν ἐν τῷ ἀπιέναι περιτυχὼν εὐτύχησεν· εἶτα καὶ παρὰ τὸ λεγόμενον Δάμπολιν φρούριον συναντήσας τῷ πλήθει καὶ προσβαλών ἡττᾶται, πεσόντων ἐν τῷ πολέμῳ Μακεδόνων καὶ Θρᾳκῶν οὐκ ὀλίγων, ἀναιρεθέντων δὲ καὶ Θεοδώρου τοῦ Στραβομύτου καὶ τοῦ Πολῦ, ἀνδρῶν ἐκ γίνους λαμπροῦ καὶ ἐπισήμων γενομένων ἐκ τῆς εἰς τὸν Τορνίκιον ἀπιστίας. Ὁ μὲν οὖν μάγιστρος ὑπέστρεψεν ἐν Ἀδριανουπόλει, τῷ βασιλεῖ δὲ διὰ γραμμάγων ἄγγελος τοῦ ἀτυχήματος γίνεται, δηλοῖ δὲ καὶ ὡς δεῖ στρατοῦ νεαλοῦς· μετὰ γὰρ τῶν παρόντων ἀδύνατον ἀντιπαρατάξασθαι πρὸς τοσαύτην πληθὺν ἤδη τὰ νῶτα τρεψάντων. [Ρ. Τ] Ὁ δὲ βασιλεὺς καὶ πρὸ τῶν ἐκείνου γραμμάτων τὸ συμβὰν μὴ ἀγνοήσας, τὸν μὲν Τυρὰχ καὶ τοὺς ἐν τῇ πόλει κατεχομένους ἄρχοντας τῶν Πατζινάκων δωρεαῖς καὶ χάρισιν ὑποποιησάμενος ὑποσχομένους μεθ´ ὅρκων ἐξημερῶσαι τὸ γένος ἐκπέμπει, γράμμασι δὲ αὐτὸς τὰ Ἑῷα ἄπαντα μεταπέμπεται τάγματα. Ὡς ἐλθόντων καὶ διὰ τῆς Ἀβύδου περαιωθέντων καὶ Χρυσουπόλεως στρατηγὸν αὐτοκράτορα χειροτονήσας τὸν βαίκτωρα Νικηφόρον ἐκπέμπει κατὰ τῶν Πατζινάκων. Συνεξέπεμψε δὲ αὐτῷ καὶ πατακαλὼν τὸν Κεκαυμένον, στρατηλάτην τῆς Ἀνα τολῆς προβαλόμενος, καὶ Ἑρβέβιον τὸν Φραγγόπωλον, ἄρχοντα τῷ τότε τῶν ὁμοεθνῶν, κελεύσας συνεῖναι τῷ ῥαίντωρι καὶ τῆς αὐτοῦ γνώμης· ἔχεσθαι καὶ τοῖς ἐκείνου προστάγμασι καὶ θελήμασιν ἕπεσθαι. Ὃς ἀναλαβὼν τὰς δυνάμεις καὶ τὸν Δὗμον διαπεραιωθεὶς διὰ τῆς λεγομένης Σιδηρᾶς ἀπήει κατὰ τῶν Πατζινάκων· ἐλθὼν δὲ κατεσκήνωσεν ἔν σινι χώρῳ οὐ μακρὰν ἀπέχοντι τῶν Ἑκατὸν βουνῶν τῷ λεγομένῳ Διακενέ. Κἀκεῖσε χάρακα πηῖάμεν ος ὁχυρὸν τῇ ἐπαύριον ἐμελέτα τὴν μὲν ἀποσκευὴν ἐκεῖσε λιπεῖν καὶ τὰ περιττὰ τοῦ στρατοῦ αὐτὸς δὲ εἴ ζωνος ἀπελθεῖν καὶ συμμῖξαι τοῖς ἐναντίοις. Ἅετο γὰρ