Ancient Greek
2.173
Georgius Cedrenus, Compendium Historiarum 2.173
Unproofread scanNot analysed yet
εθρων ἀπώλεσεν. Ὅθεν εὐλαβηθέντες τὰς τοιαύτας οἱ Πατζινάκαι δυνάμεις τὰ μὲν παρὰ τὰς ὄπωρείας τοῦ Αῖμου κείμενα χωρία ληίζεσθαι ἀπέσχοντο, πᾶσαν δὲ τὴν ὁρμὴν ἐποιήσαντο κατὰ Μακεδονίας. Καὶ ωἄν ὅσον ἦν ἀλκιμον διακριθέντες κατέτρεχον τὰ ἐν Μακεδονίᾳ χωρία, καὶ ἥν τις ἐπίη πόλεμος, εὐρώστως αὐτὸν προσδέξασφαι ἐμελέτων. Ὅπερ μαθόντες ὁ Βρυέννιος καὶ ὁ Μιχαὴλ, [. β ἄραντες νυκτὸς ὡς μηδένα συναίσθησιν λαβεῖν ὅποι ἀπίασι, καὶ συντόνῳ χρησάμενοι οδοιπορίᾳ ἔρχονται. εἰς Χαριούπολιν, καὶ ἐν αὐτῇ εἰσελθόντες μετὰ τοῦ στρατοῦ ἐξεδέχοντο τὸν καιρόν. Οἱ δὲ Παττινάκαι ποὺς ἀγροὺς καὶ τὰ προάστεια ληίσάμενοι πάντα καὶ περὶ βουλυτὸν ὑποστρέψαντες ἔγγιστα Χαριουπόλεως, προστίθενται τῇ παρεμβολῇ, ἀγνοοῦντες ὅτιπερ ἐπιχωριάζει στράτευμα ὅλως ἐν αὐτῇ· διὸ καὶ ἀδεῶς ἔκειντο ἐν αὐλοῖς καὶ κυμβάλοις κωμάζοντες Νυκτὸς δ´ ἐπιγενομένης οἱ περὶ τὸν Βρυέννιον καὶ τὸν Μιχαήλ ἐξελθόντες καὶ κοιμωμένους καὶ ῥέγχοντας εὑρόντες ἀναιροῦσι σύμπαντας. Τοῦτο δὲ τὸ ἁτύχημα συστολὴν καὶ δειλίαν ἐνέθηκε τοῖς Πατζινάκοις. Διὸ καὶ τὰς ἐκδρομὰς οὐκ ἀνέτως ὡς τὸ πρότερον, ἀλλὰ μετὰ φαιδοῦς ἐποιοῦντο, κατά τε τὴν δ´ καὶ εʹ ἰνδικτιῶνα. Κατὰ τοῦτον τὸν χρόνον καὶ ἡ Ῥωμανοῦ τοῦ λεγομένου Βοίλα αἰφνίδιος γέγονεν αὔξησις Οὗτος γὰρ ἐν ταῖς ἕταιρείαις κατατεταγμένος καὶ τὴν γλῶτταν ὤνοὸς ὧν, καὶ δοκῶν κατὰ τοῦτο ἀστεῖος καὶ εὐτράπελος, ἐπεί ποτε εἴς ὅψιν ἧλθε τῷ βασιλεῖ καὶ ὁμιλήσας χαριέστατος ἔδοξε, τὸ ἀπὸ τοῦδε ἀχώρι. στος ἧν αὐτοῦ διὰ παντὸς, καὶ τούτῳ ἐχρῆτο καὶ συμβούλῳ καὶ διακόνῳ καὶ ὑπουργῷ πρὸς πᾶσαν ὑπηρεσίαν· ὄν κατὰ μικρὸν ταῖς τιμαῖς προβιβάήων εἰς μέγα ἐξῆρε καὶ ὕψωσιν, ὡς τὰ πρῶτα φέρειν ἐν βασιλείοις. Οὗτος ὁ ἀνὴρ εὐμήχανος ὤν καὶ ποικίλος, καὶ τῆς βασιλείας ἐρῶν ἀεί ποτε, ἀπεπείρᾶτο τῶν ὄσοι τῶν συγελητικῶν προκεκρουκότες ἧσαν τῷ βασιλεῖ, καὶ τὸ μυστήριον ἀνεκάλυψε. Καὶ τούτων ὁπόσοι μὲν ἔτυχον προσδεχόμενοι τοὺς λόγους τῆς ἐπιβουλῆς, ἡμέρα καὶ προσηνῶς ἀνελάμβανε καὶ ἔρκοις ἐξησφαλίζετο· τοὺς ὅσοι δὲ καὶ πρὸς μόνην ἀπεδυσπότουν τὴν ἀκοὴν, ἀποδέχεσθαι προσεποιεῖτο καὶ θαυμάζειν τῆς εἶς τὸν βασιλέα εὐνοίας, καὶ τὰ λεχθέντα δοκιμασίας ἔλεγε ῥηθῆναι χάρον, καὶ ὁπερλαλῆσαι τούτων ἐς τὸν βασιλέα ἐπώμνυτο. Τελευταῖον δὲ πολλοὺς διαφθείρας τῶν πολιτῶν καὶ ἐπίη βουλὴν ἐξαρτύων ἐφωράθη. Καὶ οἱ μὲν ἀλλοι πάντες οἱ αὐτῷ συνομόσαντες κακῶς ἔπαθον ἐτασθέντες καὶ τῶν οἱκείων ὑπάρξεων γυμνωθέντες καὶ ὑπερορίαις παραπεμφθέντες. ὁ δὲ Ῥωμανὸς, οὐδὲν πέπονθε φαῦλοντὰ μικρὸν γὰρ ἀποστραφέντος αὐτὸν τοῦ βασιλέως, πάλιν συνεχωρήθη καὶ τὴν προτέραν εἴχε κατάστασιν. οτιο ευΙἱαῶυε ο, υἱ οίαῖιαωε, ἱαίιί αο Β Ὁ δὲ σουλτάνος ἐγκοτῶν, ὡς ἐῤῥέθη, Ἀβραμίῳ τῷ ἀδελφῷ καὶ διὰ παντὸς ἐπιβουλεύων τῇ τούτου ξωῇ, ἐμελέτα διηνεκῶς ἀνελεῖν αὐτόν. Ὅπερ προγνοὺς ἐκεῖνος ἀπέδρα πρὸς Κουτλουμοῦς τὸν ἑαυτοῦἀνεψιὸν, καὶ ἄμα ἐκείνῳ τὸν κατὰ τοῦ σουλτάνου ἀναδέχεται πόλεμον[. Τβ Οἷς συμβαλὼν κατὰ τὸ κεγόμενον Πάσαρ ἐκεῖνος τρέπεται, καὶ τὸν μὲν Ἀβράμιον ἀναιρεῖ κατασχεθέντα· ὁ δὲ Κουτλουμοῦς φυγὼν μετὰ χιλιάδων σ´ καὶ Μἑλεχ τοῦ υἱοῦ τοῦ Ἀβραμίου διαπρεσβεύεται πρὸς βασιλέα, ἱκετεύων προσδεχθῆναι καὶ σύμμαχος καὶ φίλος γενέσοαι