Ancient Greek
2.175
Georgius Cedrenus, Compendium Historiarum 2.175
Unproofread scanNot analysed yet
λεγόμενα Μάγγανα ἐπ´ ὀνόματι τοῦ ἀγίου μεγάλου Κμάρτυρος Γεωργίου καὶ ἀφειδῶς τὰ δημόσια καταναλίσκων ἐν ταῖς οἰκοδομαῖς χρήματα, νῦν μὲν οἰκοδομῶν, νῦν δὲ καταστρέφων, εἰς μεγάλην ἥλασεν ἔνδειαν, ὡς πᾶσιν ἐπινοῆσαι διὰ τοῦτο καπηλείαν καὶ ἀτόπους καὶ σεσοφισμένας εἰσπράξεις ἐφευρηκέναι· δημοσίους τε γὰρ προεχειρίζετο φροντιστὰς ἀσεβεῖς καὶ ἀλάστορας, καὶ ὅι´ αὐτῶν χρήματα ἐξ ἀδίκων πόρων συνήθροιζε. Κατέλυσε δὲ καὶ τὸν Ἰηρικὸν στρατὸν ἀμοὶ τὰς πεντήκοντα χιλιάδας ἀριθμούμενον διὰ Λίοντος τοῦ Σερβλίου, καὶ ἀντὶ στρατιωτῶν φόρους πολλοὺς ἐπορίζετο· ἀπὸ τῶν χωρίων ἐκείνων· καὶ ἄλλας πλείους εἰσπράξεις ἐπενοήσατο πονηρὰς καὶ ἀθέσμους, ἂς καὶ καταλέγειν αἰσχύνη. Ὃ δὲ εἰπεῖν ἐστιν ἀναγκαῖον, τοῦτο δὴ λέξω ὅτιπερ ἐξ ἐκείνου τοῦ βασιλέως καὶ τῆς ἐκείνου ἀσωτίας καὶ σαλακωνίας τὰ Ῥωμαίων ἤρξατο φθίνειν πράγματα, καὶ ἔκτοτε καὶ μέχρι τῆς δεῦρο κατὰ μικρὸν εἰς τὸ κατόπιν χωροῦντα ἐς παντελῆ κατήντησε τὴν ἀσθένειαν· τὸ γὰρ ἐλευθέριον ἀτέχνως διώκων εἰς ἄκραν ἐληλάκει τὴν ἀσωτίαν. Οὐ μήν γε καὶ παντάπασι πράξεων ἀγαθῶν ἐστέρητο, ἀλλὰ φέρονται καί τινα ἔργα αὐτοῦ ἰστορικής μνήμης ἐπάξια Τό τε γὰρ ῥηθὲν μοναστήριον καὶ τὰ ἐν αὐτῷ γηρωτροφεῖα καὶ οἱ ξενῶνες καὶ τὰ πτωχοτροφεῖα ἐπαί. νων οὐκ ἀμοιροῦσι, καὶ τὸ γενόμενον ἔργον εἰς τὴν τοῦ Θεοῦ Μεγάλην Ἐκκλησίαν ἐγκωμίων οὐκ ἀπολεί. πεται. Ἔως ἐκείνου γὰρ ἐν μόναις ταῖς ἐπισήμοις ἑορταῖς ἐν ταύτῃ, ἔτι δὲ καὶ τοῖς Σάββασι καὶ ταῖς Κυριακαῖς ἡμέραις ἡ ἀναίμακτος τῷ Θεῷ ἐπετελεῖτο ἱερουργία, ἐν δὲ ταῖς λοιπαῖς οὐδαμῶς ἡμέραις. Τοῦτο δὲ ἐγίνετο διὰ προσόδου ἔνδειαν, ἣν οὗτος δαψιλῶς ἀφορίσας [καὶ ἀποχρώντως καθ´ ἑκάστην τελεῖσθαι τὴν ἱερὰν παρεσκεύασε λειτουργίαν· ὅκαὶ κρατεῖ γινόμενον μέχρις ἡμῶν, Καὶ σκεύη δὲ τὰ τῇ ἱερᾷ ἀνειμένα σπονδείᾳ τῇ τοιαύτῃ ἀνέθετο ἐκκλησίᾳ, ἐκ χρυσοῦ καὶ πολυτίμων μαργάρων καὶ λίθων κατεσκευασμένα μακρῷ παρελάσαντα τὰ λοιπὰ μεγέθει καὶ κάλλει καὶ τιμαῖς. Καὶ λοιποῖς ἀλλοις κειμηλίοις οὐκ ὀλίγοις ταύτην ἐφαίδρυνε. Καὶ τὰ μὲν ἐκείνου ταῦτα. Ἐνέσκηψε δὲ καὶ λοιμικὴ νόσος τῇ βασιλίδι κατὰ τε τὴν ζ καὶ ηʹ ἰνδικτιῶνα, ὡς μὴ ἐξισχύειν τοὺς ζῶντας ἐκφέρειν τοὺς τεθνεῶτας, Ἐνέχθη δὲ κατὰ τὸ θέρος τῆς ζ ἰνδικτιῶνος μέγιστόν τε χρῆμα χαλάἔας καὶ πολλὰ ὑπ´ αὐτοῦ οὐ ζῶα μόνον, ἀλλὰ καὶ ἄνθρωποι διεφθάρησαν. Ὁ δὲ βασιλεὺς κατεχόμενος ὑπὸ τῆς συνήθους νόσου τῆς ποδάγρας ἕκειτο ἐν τῇ παρ´ αὐτοῦ νεουργηθείσῃ μόνη τῶν Μαγγάνων. Ἐπεὶ δὲ καὶ ἕτερον ἐπηκολούθησε σύμπτωμα καὶ ἡδη ὁ θάνατος ἤγγιζεν, ἐσκέπτοντο οἱ τὰ πρῶτα ἐν βασιλείοις φέροντες, ὁ λογοθέτης Ἰωάννης, ὅν ὁ βασιλεὺς παραδυναστεύοντα εἶχε, παρωσάμενος τὸν Λειχούδην, ὁ ποωτονοτάριος τοῦ λρόμου ὁ Κωνσταντῖνος, ὁ ἐπὶ τοῦ κανικλείου Βασίλειος, καὶ οἱ λοιποὶ οἱ ἄλλως αὐτῷ προσῳκειωμένοι, τίνα δὴ ἐς τὸν βασίλειον καθιδρύσουσι ρόνον. Ἔδοξεν οὖν ἄπασιν ἐπιτήδειος εἱς τοῦτο Νικηφόρος ὁ Πρωτεύων. Καὶ δὴ πέμπεται