Ancient Greek
2.177
Georgius Cedrenus, Compendium Historiarum 2.177
Unproofread scanNot analysed yet
τὴν ἀνάβῥησιν καὶ δεινοπαθήσας, καὶ μὴ βου· λευσάμενος μηδὲ λογισάμενος τὴν τοῦ ἔργου δυσχέρειαν καὶ ἀπότευξιν, μηδ´ οἶον κύβον μέλλει ἀναῤῥιπτεῖν, ἀνειληφὼς τοὺς οἰκογενεῖς καὶ δούλους καὶ τοὺς ἄλλως ὑπηρετουμένους αὐτῷ, πολλοὺς δὲ καὶ τῶν γειτόνων καί τινας τῶν συνήθων, ὅσοι περ ἧσαν τὰς φρένας κουφότεροι, ἄρας περὶ δείλην ὀψίαν ἐκ τῆς οἰκίας(κεῖται δὲ αὕτη περὶ τὸ λεγόμενον Λεωμακέλλιον προῄει διὰ τῆς πλατείας ὡς εἰς τὸ παλάτιον, ἀγανακτῶν καὶ δυσχεραίνων, καὶ τὴν ἀδικίαν ὡς ἂν τὰ ἔσχατα ἡδικημένος πρὸς τοὺς παρατυχόντας ἐπιβοώμενος, καὶ τὴν βασιλείαν ἀνακαλούμενος ὡς κληρονομιαῖον τάχα κτῆμα καὶ αὐτῷ προσῆκον ὡς μᾶλλον τῶν ἄλλων ἐγγύτατα ἔχοντι αἷματος πρὸς τὸν ἀπελθόντα βασιλέα. Ὡς δὲ ἐγένετο κατὰ τὸ πραιτώριον, διαῥῥήξας τὰς πύλας τῆς φυλακῆς ἐξάγει ποὺς καθειργμένους, ἐλπίσας οἶμαι δι´ αὐτῶν μέγα πιδιαπράέασθαι καὶ γενναῖον. Τὸ δὲ αὐτὸ τοῦτο καὶ ἐν Χαλκῇ σθάσας ἐποίει. Ἀλλὰ τῆς ἐπαναστάσεως πτοῖς ἐν τοῖς βασιλείοις γνωσθείσης εὐνούχοις, ταχὺ μὲν οἱ φυλάσσοντες ἐν τῷ παλατίῳ στρατιῶται Ῥωμαῖοί τε καὶ Βάραγγοινος δὲ Κελτικὸν οἶ Βάραγγοι μισθοφοροῦντες Ῥωμαίοις κασοπλίζονται, ταχὺ δὲ καὶ οἱ ἐν ταῖς βασιλικαῖς ὕπηρετοῦν τες τριήρεσιν ἡγείροντο. Καὶ χεὶρ ἱκανὴ[. ρΗ] συνηθροίσθη καὶ κατὰ τοῦ Θεοδοσίου ἔμελλε πέμπεσθαι. Ὁ δὲ τοῦτο πυθόμενος, ἐκκλίνας τοῦ πρὸς τὸ παλάτιαν ἀπιέναι. ὑποστρέφει πρὸς τὴν τοῦ Θεοῦ Μεγάλην Ἑκκλησίαν· ἡλπισε γὰρ ὡς εἰσελθόντα τοῦτον ἐν αὐτῇ ὁ πατριάρχης τε καὶ ὁ κλῆρος προσδέξεται, καὶ λαὸς ἀθροισθήσεται πλεῖστος, καὶ βασιλέα ἀναγορεύσουσι. Ταῦτα δὲ πάντα αὐτῷ εἰς τούναντίον ἀπέβη. Ὃ τε γὰρ πατριάργης καὶ ὁ τῆς ἐκκλησίας κλῆρος ἐρχομένῳ τὰς ταύτης ἀποκλείουσι πύλας, καὶ οἱ συνήθως ἐν τοῖς τοιούτοις χαίροντες καὶ συντρέχονττς ἧσαν οὐδαμοῦ, καὶ οἱ παρεπόμενοι τουτῳ μέχρις ἐκείνου τοῦ τόπου, μαθόντες τῆν μέλλουσαν πέμπεσθαι δύναμιν κατ´ ὐτῶν, κατὰ μικρὸν ὑποῤῥέοντες ἐσκεδάσθησαν, καὶ λοιπὸν ἔρημος πάντων καταλειφθεὶς ἱκτης ἐλεεινὸς μτὰ τοῦ παιδὸς πρὸς τῆν ἐκκλησίαν καθίζει· ὓν εὐθὺς ἀποστείλαντες ἐξάγουσι τῆς ἐκκλησίας καὶ ἐξορίζουσιν ἐν Περγάμῳ. Τὸ δ´ αὐτὸ τοῦτο καὶ εἰς τοὺς ἐμφανεστέρους τῶν αὐτῷ συναπαχθέντων ἐποίησαν. Καὶ τὸ ἀπὸ τούτου ὁ Μιχαήλ ἐναμφισβητήτως ἀνηγορεύετο αὐτοκράτωρ. αραλαβών δὲ τὰς ἡνίας τῆς βασιλείας πάντας μὲν τοὺς λογάδας τῆς συγκλήτου εἰς βαομοὺς ἀξιωμάτων ὑψηλοτέρους ἀνήγαγε, καὶ τὸν δῆμον ὑποσχέσεσιν ὑπεποιεῖτο πολλῶν ἀγαθῶν· ὡς ὤν δὲ κάρτα γέρων καὶ πολλῶν μεμνημένος ἀρχαίων, ἐπεβάλλετο καὶ πολλὰ τῶν παλαιῶν σχολάσαντα ἐθίμων ἀπανα. κτήσασθαι, μηδὲν πρὸς λυσιτέλειαν συντελοῦντα τῆς βασιλείας ἢ τοῦ κοινοῦ. Τό τε γὰρ λεγόμενον στρατήγιον ἀνακαθαίρεσθαι ἐκέλευσε, πρὸς ὅπερ ἀποσκώπτοντες οἱ πολῖται ἔφασκον ὡς τὸν οἰκεῖον ἀστράγαλον ἀναζητῶν, ὃν ἐκεῖσε παίζων ἀπώλεσεν ἐκααθαίρει τὸν χοῦν· καὶ τὰς τῶν πολιτῶν κεφαλὰς σκέπεσθαι μὴ δι´ ἀγραμμάτων, ὡς νῦν, ἀλλὰ