Ancient Greek
2.18
Georgius Cedrenus, Compendium Historiarum 2.18
Unproofread scanNot analysed yet
Κυ-α λοῦλον καὶ τὰ αὐτοῦ φρονοῦντα διὰ παντὸς, ὡστε συνεῖναι καὶ διαφυλάττειν αὐτὸν, [Ο καὶ εἰ δεήσει, σύμμαχον ἔχειν καὶ βοηθόν. Ἐντυχίας οὖν πρῶτον περὶ τούτου γενομένης ὁ Ῥωμανὸς ἀπείπατο, καὶ πάλιν καὶ πολλάκις πειρασθέντων τῶν ἀμσὶ τὸν Θεόδωρον ἀπείπατο. Ἐπεὶ δὲ γραμμάτιον αὐτόχειρον χαράξας ὁ βασιλεὺς καὶ φοινικοῖς ὁποσημάνας γράμμασιν ἀπέστει λεν αὐτὸ, εἶξέ τε ἐπὶ χεῖρας τοῦτο λαβών, καὶ καθυπέσχετο τὴν τοῦ παρακοιμωμένου Κωνσταντίνου καὶ τῶν συγγενῶν αὐτοῦ ἐπίθεσιν κωλῦσαι κατὰ τὸ ἐγχωροῦν. Τὰ μὲν οὖν λαληθέντα καὶ στοιχηθέντα οὕτω προίβη, καὶ διὰ τῆς ἀγορᾶς καὶ τῶν λεωφόρων καὶ τῶν στενωπῶν ὑπεψιθυρίζετο· ὁ δὲ παρακοιμώμενος, καίπερ οὐκ ἀνήκοος ὤν τῶν κατ´ αὐτοῦ μελετωμένων κατεφρόνει, μὴ ἄν ποτε οἰηθεὶς τολμῆσαί τινα ἐπιχείρησιν κατ´ αὐτοῦ ποιήσασθαι Ἐξελθὼν οὗν καὶ τὴν συνήθη διανομὴν τῆς ῥόγας ποιησάμενος τῶν πλωίμων, καὶ τὸν Ῥωμανὸν ἐπισπεύδων τάχιον ἐκπλεῦσαι, περιπίπτει τῷ λόχῳ. Αουλικῷ γὰρ ἐν σχήματι προσυπαντήσας ἃ Ῥωμανὸς αὐτῷ, καὶ προθύμως ποιήσειν τὸ κελενσθὲν ἐπαγγελλόμενος, ἡρέμα καὶ κατὰ μικρὸν ἦγεν αὐτὸν εἰς τὴν ἐνέδραν. Μηδὲν δὲ ἐπαισοέσοαι τῶν μελετωμένων τοῦ παρακοιμωμένου δυνηθέντος, ἀλλ´ ἀκάκως καὶ χωρὶς ὑπονοίας διαλεγομένου, καὶ μᾶλλον ἔγγιστα προσιόντος αὑτοῦ, καὶ πυθομένου εἰ ἔχει ἅνδρας εὐειδεῖς καὶ γενναίους καὶ τὴν βασιλικὴν ἐρέττειν ἐπιτηδείους τριήρη, τοῦ δὲ καὶ ἔχειν καὶ ἐγγὸς παρεῖναι τούτους εἰρηκότος, καὶ τῇ κεφαλῇ νεύσαντος ἤκειν τινὰς πλησίον τῶν εὐειδεστέρων, ὁ Κωνσταντῖνος θεασάμενος τούτους καὶ τάχα ἀποδεξάμενος ἀπαίρειν ἠπείγετο. Ὁ δὲ Ῥωμανὸς ἔγγιστα τούτου περιπατῶν, ὡς πλησίον ἐγίνοντο τῇ στρατηγίδι τριήρει, κατασχὼν τὸν Κωνσταντῖνον, καὶ μηδὲν πλέον εἰπὼν ἀλλ´ ἢ μόνον. Ἄρατε τοῦτον,» αὐτὸς μὲν Ιστη, οἱ δὲ πρὸς τὸ ἔργον ὄντες εὐτρεπισμένοι εἰσήγαγον εἰς τὴν ναυαρχίδα καὶ ἐν ἀσφαλείᾳ κατεῖχον, μηδενὸς ἐπαμῦναι τοῦτον τολμκσαντος τῶν συνεπομένων αὐτῷ, ἀλλὰ πάντων παραυτίκα διασπαρέντων. Τῆς φήμης οὖν ἐξαροείσης ταραχὴ κατέσχε πᾶσαν τὴν πόλιν, τυραννίδος, ὡς εἰκὸς, ἐπίθεσιν λογισαμένην. Φθάσαντος οὖν τοῦ λόγου καὶ μέχρι τῆς βασιλίδος Ζωῆς, εἰς ἀμηχανίαν καὶ οἱ ἐν τέλει ἐνέπιπτον. Προσκαλεῖται γοῦν ἡ βασιλὶς τὸν πατριάρχην Νικόλαον καὶ τοὺς τῆς συγκλήτου λογάδας· κοινολογισαμένη δὲ μετ´ αἰτῶν ἐκπέμπει πρὸς Ῥωμανὸν, τὴν αἰτίαν τοῦ γεγονότος μαθεῖν ἐθέλουσα. Τῶν δὲ πεμφθέντων γενομένων ἔνθα προσώρμουν αἱ τριήρεις, καὶ μελλόντων ζήτησιν ποιεῖσθαι τῆς τοῦ παρακοιμωμένου κατασχέσεως, ὃ τῶν πλωίμων διαναστὰς ἀκόλαστος ὅχλος λίθοις αὐτοὺς ἐξκλασαν. Ἕωθεν οὖν ἡ βασιλλς ἐξελθοῦσα περὶ τὸν Βουκολέοντα, καὶ τὸν υἱὸν μεταστειλαμένη καὶ τοὺς περὶ ποτὸν, ἐπηρώτα πῶς γέγονεν ἡ ἀνταρσία αὐτη. Μηδενὸς