Ancient Greek
2.180
Georgius Cedrenus, Compendium Historiarum 2.180
Unproofread scanNot analysed yet
πίπτουσι μὲν οἱ πλείους, οἱ δὲ λοιποὶ διεσώθησαν πρὸς τὸ Χλέατ πεζοὶ καὶ γυμνοί. Ὁ δὲ Ἐρβέβιος ὑποστρέψας ἀπὸ τοῦ διωγμοῦ μετὰ τῶν Φράγγων κατασκηνῶσαι ἐν τῇ παρεμβολῇ συνεβούλευεν. Ἐνέκειντο δὲ οἱ Φράγγοι ἀνάγκάζοντες εἰσελθεῖν ἐν τῇ πόλει τοῦ Χλέατ, κοινοπραγίαν ἔχοντες καὶ ὅρκους μετὰ τοῦ ἀμηρεύοντος ἐν αὑτῇ, εὐπαθείας τέ τινος καὶ λουτροῦ μετασχεῖν καὶ τὸν ἐκ τοῦ πολέμου ἀποπλύνασθαι λύθρον. Ὁ δὲ πολὺς ἧν ἐγκείμενος καὶ καθικετεύων τὸν τοιοῦτον ἀποτινάξασθαι λογισμὸν καὶ μὴ πάνυ τι πιστεύειν ὅρκῳ ἀλλοπίστων καί ἀλλοφύλων ἀνθρώπων, καὶ εὐσεβεῖν ἀναπεπεισμένων εἰ θανάτου πολλοῖς Χριστιανοῖς αὗτιοι γένοιντο. Ὡς δὲ λέγων οὐδένα τὸν προσέχοντα εἶχεν, ἀλλὰ πάντες μεᾶς γενόμενοι γνώμης ἀπαραίτητον τὴν εἴσοδον ἐλογίζοντο, ἄρας καὶ αὐτὸς εἴσεισι σὺν αὐτοῖς, πολλὰ πρότερον θεοκλυτήσας καὶ διαμαρτυράμενος καὶ παραγγείλας διὰ παντὸς προσέχειν καὶ ἐν χεροῖν κατέχειν τὰ ὄπλα. Εἰσελθόντες οὖν οἱ Φράγγοι, καὶ τῶν τοῦ στρατηγοῦ παραγγελμάτων καταφρονήσαντες, ἐν λουτροῖς καὶ πότοις καὶ εὐωχίαις ἧσαν. Ὁ δὲ ἀμηρᾶς Ἀπονάσαρ ἄμα τῷ Σαμοὺχ καὶ τοῖς ἐν τῇ πόλει Σαρακηνοῖς βουλευσάμενος, καὶ παραγγείλας τοῖς ξενοδόχοις, ὅτε τὸ σύνθημα δοθῇ, κατέχειν τοὺς ἐπιξενωθέντας καὶ δεσμεῖν ἡ, τούτου φαινομένου ἀδυνάτου, ἀποσφάττειν, τέως μὲν ἠρεμεῖ· ἐπεὶ δὲ ἄλις εἶχε τοῖς Φράγγοις ἣ ἡδυπάθεια[ Τθ καὶ πρὸς ὕπνους ἐτράπησαν, δοὺς τὸ σόνθημα ἐπιτίθεται. Καὶ οἱ μὲν τῶν Φράγγων εὐοὺς ἀποσφάττονται, οἱ δὲ κατεσγίθησαν, τινὸς δὲ καὶ ἀπὸ τοῦ τείχους ῥιπτοῦντις ἐαυτοὺς ἔξω διασωθῆναι ἴσχυσαν. Ἑάλω δὲ καὶ ὁ Ἐρβέβιος καὶ πεδηθεὶς ἐψυλάττετο. Ὁ δὲ ἀὴοᾷς διαπραέάμενος ταῦτα διακηρυκεύεται πρὸς τὸν βασιλέα ὡς τάχα εὔνους [ν αὐτῷ καθεστὼς καὶ τοὺς ἐπιβουλεύοντας τοῖς αὐτοῦ πράγμασι διαφθείρας καὶ τὸν τούτων ἀρχηγὸν κατασχών. Καὶ τὰ μὲν περὶ τὸν Φραγγόπωλον συνηνέχθη ὧδε. Οἱ δὴ τῆς Ἐῴας στρατηγοὶ ἀποπεμφθέντες, ὡς ἔμπροσθεν εἴρηται, παρὰ τοῦ βασιλέως δευτέραν ἔγνωσαν πεῖραν προσαγαγεῖν, καὶ δὴ τῷ πρωτοσυγκέλλῳ λέοντι τῷ Στραβοσπονδύλῳ προσελθόντες τὰ κοινὰ διοικοῦντι τῷ τότε μεσίτήν ἐς τὸν βασιλέα τοῦτον προύβάλλοντο, καὶ μὴ παρὰ τοὺς ἀλλους περιοφθῆναι ἱκέτευον μηδ´ ἀτίμως ἀποῤῥιφῆναι, καὶ ἄλλα προβαλλόμενοι δίκαια, τελευταῖον δὲ ἐπαγαγόντεα μηδ´ ἄξιον εἶναι τοὺς μὲν πολίτας τῶν βασιλι. κῶν εὐμοιρῆσαι τιμῶν, μήτε παρ´ ἔπαλξιν στάντας μήτε πρὸς πολεμίους διαγωνισαμένους ποτὲέ, αὐτοὺς δὲ τοὺς ἐκ παίδων προπολεμοῦντας καὶ ἀγρυπνοῦντας, Το´ ἀδεῶς οὕτοι καθεύδοιεν, παροραθῆναι καὶ τῆς βασιλικῆς φιλοτιμίας διεκπεσεῖν. Ἀλλ´´ οὖτος, στρυφνὸς ὧν καὶ δυσπρόσιτος, οὐ μόνον οὐκ ἐδέξατο ἡπίως τὴν προσαγομένην ἱκεσίαν, ἀλλὰ καὶ μεθ´ ὕβρεων ἀπεπέμψατο τοὺς ἱκέτας, ἐκφαυλίσας οὐκ ὀλίγα καὶ ὲς ἕκαστον τῶν ἀνδρῶν. Οἱ δὲ καὶ δεύτερον ἡδη παρῳνημένοι, πᾶσαν ἐλπίδα ἀποσεισάμενοι ἐσφάδαζον καὶ διεπρίοντο τῷ θυμῷ. Καὶ κατ´ ἀρχὰς μὲν, ῶς πη ἕκαστος ἱτυχεν, ἐν ταῖς ὁμιλίαις ὁποτονθορύβοντες ἐλοιδοροῦντο τῷ βασιλεῖ, καὶ μὴ πράως ἐνεγκαῖν ἕκαστον παρεκάλουν ἐκάστην παροινίαν, ἀλλὰ διαναστῆναι παρώρμουν πρὸς δικαίαν ἐκδίκησιν Ἐπειτα καὶ ὑφ´ ἕν ἐν τῇ Μεγάλῃ γενόμενοι Ἐκκλησίᾳ, καὶ ὅρκους δόντες καὶ λαβόντες μὴ σιωπῆσαι μοδ´ ἀνασχάσθαι, ἀλλὰ τοὺς ἐνυβρίσαντας τιμωρήσασθαι,