Ancient Greek
2.182.1 to 2.182.12
Georgius Cedrenus, Compendium Historiarum 2.182.1-12
Unproofread scanNot analysed yet
λέγωμαν ἀνοίας· οἱ δὲ κατὰ τὸ θέμα τῶν Ἀνατολικῶν τῆς οἰκήσεως ἔχοντες ἀρχοντες, ὁ πρόοδρος Ῥωμανὸς α Σκληρὸς γὰρ οὐδ´ αὐτὸς ἔξω τῶν ὁμωμοκότων, ἀ Βούρτζης, ὁ Βοτανειάτης, οἱ Βασιλείου τοῦ Ἀργυοῆπαῖδις καὶ ὁ λοιπὸς ὅαιλος, τέως μὲν ἧσαν ἠρεμοῦντες καὶ ἀρχὴν ἀποστασίας ἀλλαχόθεν προσμένοντες· ἐπεὶ δὲ ἐπύθοντο τὰ κατὰ τὸν Βρυεννιον, Ρ Τθ καὶ οἷαις ἑαυτὸν οὖτος φρενοβλαβῶς καθυτέβαλε τύχαις, ἐντρεχῶς λνγισάμενοι ὡς ἐταζόμενος οὗτος ἀποφήνειε τὴν συνωμοσίαν καὶ οὐκ εἰς καλὸν οἷς συνωμόταις τὸ τέλος ἐπενεχθήσεται, ἄραντες ἄπαντες ἀπέρχονται ἐν Παφλαγονίᾳ κατὰ τὴν Κασταμόνα· οἶκος δὲ ἡ Κασταμών τοῦ Ἰσαακίου μαγίστρου τοῦ ἀνηνοῦ. Καταλαβόντες δὲ καὶ αὐτὸν ἡρεμοῦντα ὅτι ἀνιστῶση καὶ ἄκοντα, καὶ ἔοχονται μετ´ αὐτοῦ κατά τινα τόπον ὁμαλὸν καὶ πλάτος ἱκανόν ἔχοντα· Γουνάρια ὁ τόπος κατονομάζεται. Κἀκεῖσε τοὺς πλησιοχώρους ἀθροίσαντες στρατιώτας, καὶ τοὺς ὅσοι πυθόμενος τὴν κίνησιν ἐθελονταὶ παρεγένοντο, μετὰ πάντων αὐτῶν ἀναγορεύυσι τοῦτον αὐτοκράτορα βασιλέα Ῥωμαίων, ὀγδόην ἀγοντος τότε τοῦ Ἰουνίου μηνὸς, τῆς ιʹ ἰνδικτιῶνος τοῦ τρξεʹ ἔτους. Ἀναγορευφεὶς δὲ βασιλεὺς, στρατοπεδιιαν ὁχυρὰν πηξάμενος, προσέμενε τῷ τόπῳ, ἐκδεχόμενος ἀθροιταῆναι καὶ τοὺς λοιποὺς, ὁπόσοι μετεσχήκασι τῆς πανωμοσίας. Πλέον δὲ αὐτὸν καρτερεῖν ἁνέπειοε καὶ μὴ προεξάλλεσθαι ἡ τοῦ Κεκαυμένου βραδύτης· διασκοπουμένῳ γὰρ αὐτῷ καὶ τὸ αἴτιον ζητοῦντι τῆς βραδυτῆτος ἄγγελός τις ἐκ τῆς Ἑῴας ἐλθὼν ἀπήγγειλεν ὡς μεταμεληθεὶς ἐκεῖνος τῶν τε δοθέντων ὅρκαυν ἡλόγησε καὶ τὰ βασιλέως φρονεῖ καὶ λαὸν ἀθροιζει ἐφ´ ᾧ τοῖς ἀνταίρουσιν ἐπιθήσεσθαι. Αὔτη δὲ ἡ ἀγγελία οὐκ εις μικρὰν ἀγωνίαν καὶ ταραχὴν ἐνέβαλε τοὺς περὶ τὸν Κομνηνὸν, εἰ μέλλοιεν ἔξειν οοῦτον ἐχθρὸν κατὰ νώτων· διὸ καὶ ἐκαρτέρουν ἐν τῷ χάρακι μαθεῖν τὴν ἀλήθειαν ὀριγνώμενοι λλ´ οἱ μὲν ἦσαν ἀν τούτοις, ὁ δὲ Κεκαυμένος ἔμεινε τὴν οἰκείαν γνώμην φυλάττων τοῖς συνωμόταις ἐπεῖχε δὲ ἑαυτὸν καὶ ἐβράδυνε διὰ τοιαύτην αἱτίαν.