Ancient Greek
2.187
Georgius Cedrenus, Compendium Historiarum 2.187
Unproofread scanNot analysed yet
τοῖς συναπαχθεῖσιν αὐτῷ ἀμνηστίαν κακῶν καὶ ἄφεσιν τῶν πεπλημμελημένων, Ὡς δὲ λέγουσιν, οὐδεὶς προσίσχεν αὐτοῖς, ἐπανελθόντες δ´ ὡς βασιλέα καὶ ἑτέραν πρεσοείαν εἰληφότες ἐπανέρχονται, καὶ καταλαμβάνουσιν ἐρχόμενον τὸν Κομνηνὸν εἰς τὸ χωρίον τὰς Ῥίας. Ἐδήλου δὲ ἡ πρεσβεία ἀναγορευθῆναι μὲν τὸν Κομνηνὸν βασιλέα υἶοθετηθέντα, πᾶσι δὲ τοῖς συστοατευσαμένοις αὐτῷ βεβαιωθῆναι τὰς παρὰ τοῦ Κομνηνοῦ τιμὰς γράμμασι βασιλικοῖς. Ἀγγελθείσης δὲ τῆς ἐκ βασιλέως ὑποσχέσεως αὐτὸς μὲν ὁ Κομνηνὸς καὶ πάντες οἶ σὺν αὐτῷ ἄργοντες ἐπευφήμησαν, καὶ τὰς ὑποσχέσεις χρυσοβουλλείω γραφῇ βεβαιωθῆναι ἠξίουν, μόνος δὲ ὁ Κεκαυμένος ἀπηρέσκετο πρὸς πάντα καὶ καταλιπεῖν ἐνέκειτο τὸν γέροντα τὴν βασιλείαν καὶ ὑποχωρῆσαι, μὴ εἶναι ἄξιον λέγων τοῦτον μὲν ἤδη καθαιρεθὲντα καὶ ἀποκορυχθέντα ὅρκοις φρικωδεστάτοις αὖθις συγχωρηθῆναι βασιλεύειν Ῥωμαίων· τοῦτο γὰρ καὶ Θεοῦ ἂργὴν ἔλεγε κινήσειν διὰ τὴν ἐπιορκίαν, καὶ οὐδὲ αὐτοῖς ἔσεσθαι συμφέρουσαν τῆν τῶν ὅπλων κατάασιν· αὐτός τε γὰρ υἱοθετηθεὶς φαρμάκοις κατεργασθεὶς οἰχήσεται θᾶττον, καὶ ἕκαστος τῶν συμπραξάντων αὐτῷ τὼ ὀφθαλμώ διορυγήσεται Ἀέγεται δὲ ὅτι καὶ οἱ πρεσβευταὶ παραπρεσβεύσαντες, ἄλλοτε ἀλλος λάθρα τῷ Κεκαυμένῳ προσιόντες παρεκάλουν ἔχεσθαι τῆς ἐνστάσεως καὶ μηδ´ ὅλως ἐνδοῦναι Τοῦτο δὲ αὐτὸν ποιῆσαι καὶ οἱ καλῶς εἰδότες ἐπληροφόρουν, ἀνδρες οὐχ οἶοί τε ψύδεσθαι, καὶ εἰς αὐτὸν τὸν Κομνηνὸν πληροφοροῦντες ἐνωκότως ὡς ἄπαν τὸ ἀστικὸν πλῆθος περικαῶς εἰς αὐτὸν ἐχει, καὶ ὡς εἴ μόνον ἐγγίσει τῇ πόλει, τὸν γέροντα ἐξωθήσαντες μετ´ ἐπινικίων καὶ ὕμνων αὐτὸν προσδέξονται, Καὶ ταῦτα μὲν γενέσθαι λέγεται ἐπὶ στρατοπέδου. Ρ Θοά]Ὁ δὲ γίρων συνέσιγγε μὲν εἰς αὐτὸν τῶν πολιτῶν εὔνοιαν καὶ δωρεαῖς καὶ χρήμασι καὶ ἀξιωμάτων ὑπεροχαῖς καὶ τοῖς τοιούτοις οἷς θέλγεται καὶ κα. ταδημαγωγεῖται τὸ πλῆθος, καὶ πρὸς εὔνοιαν δεσμεῖται καὶ πίστιν· μείζονα δὲ καὶ ἀόῥηκτότορον τὸν δεσμὸν τῆς εὐνοίας ποιῆσαι βουλόμενος, καὶ γραμματεῖον ἐκθέωενος ὅρκοις φρικτοῖς καὶ ἀραῖς παλαμναιοτάταις κατησφαλισμένον, ὡς οὐδέποτε βασιλέα ἢ δεσπότην τὸν Κομνηνὸν ὀνομάσουσιν ἢ τὴν βασιλεῖ πρέπουσαν τιμὴν αὐτῷ προσοίσουσιν, ἕκαστον τῶν συγκλητικῶν ἡνάγκαζεν ὑπογράφειν ἐν αὐτῷ καὶ τὰ γεγραμμένα κυροῦν. Καὶ πάντες μὲν τῆ ἐξουσίᾳ πειθαρχοῦντες ἔτι πόρέω τοῦ Κομνηνοῦ διάγοντος ὑπέγραψαν· ὡς δὲ ἐκεῖνος ἣγγισεν εἴς τι χωρίον Ἀλμέας λεγόμενον ἔμελλε δὲ τῇ ἐπαύριον ἐν τοῖς παλατίοις αὐλίζεσθαι τοῦ Δαματρύος, αἰφνίδιον περιστάντες περὶ τὸ περίορορον τῇ τοῦ Θεοῦ Μεγάλῃ ἐκκλησίᾳ ὁ μάγιστρος [καὶ] Μιχαὴλ ὁ τοῦ Ἀναστασίου υἱὸς, ὁ πατρίκιος Θεόδωρος ὁ Χρυσήλιος, ὁ πατρίκιος Χριστοφόρος ὁ Πύρρος, οἱ τῶν ἑταιρειῶν πάντες ἄρχοντες, καί τινες ἄλλοι τῶν ἀφανεστέρων, κάτω. θεν ἔκραζον κατελθεῖν πρὸς αὐτοὺς τὸν πατριάρχην ὡς μέλλοντες περὶ ἀναγκαίων αὐτῷ πεύσεις προστνεγκεῖν. Τοῦ δὲ μὴ καταβῆναι πεισθίντος, ἀλλ´ ἀποκλείσαντος τὰς ἑαυτοῦ θύρας καὶ τὴν εἴσοδον τοῦ ἀνάγοντος εἰς τὰ ὑπερῷα τῆς ἐκκλησίας λαβυρίνοου, ποπομφότος δὲ πρὸς τούτους Νκηφόρον καὶ Κωνπαντῖνον