Ancient Greek
2.21
Georgius Cedrenus, Compendium Historiarum 2.21
Unproofread scanNot analysed yet
αὐτοῦ πονηρίαν φανερώσαντα, οὕτε δομέστικον εἶναι βούλεται. οὖθʹ ἔνα κρίνει τῶν ὑπηκόων, ἀλλ´ ἐποστάτην καὶ τύραννον, καὶ χωρὶς ἐμῆς βουλῆς τὴν τοιαύτην ἀνταρσίαν συστήσαντα, Τν´ εἰς ἑαυτὸν τὸ τῆς βασιλείας ἐπισπάσηται κράτος. Τοῦτο οὖν εἰδώς, ὁ ἐμὸς λαὸς, τὸ δέον συνιέναι θέλησον, καὶ τὸν προγονικὸν ἐπιγνούς δεσπότην τῆς πικρᾶς τυραννί δος ἀπόστηθι. ἡ Τοῦ δὲ Συμεών γενομένου κατὰ τὴν παοεβολὴν καὶ τὸ χρυσοβούλλιον φανερῶς ἐκπέμψαντος τῷ λαῷ, ὡς τοῦτο ἀνάγνωσαν καὶ τὸν αὐτοῦ νοῦν κατενόησαν, ἡρξαντο πάντες ἀναχωρεῖν καὶ τῶ βασιλεοπάτορι προσρύεσθαι Ῥωμανῷ, Ὁ δὲ Φωκᾶς πρῶτον μὲν πειραθεὶς τὴν ἀνάγνωσιν κωλῦσαι τοῦ χρυσοβουλλίου καὶ μὴ δυνηθεὶς, εἶτα καὶ ὑποῤῥέουσαν κατὰ μικρὸν τὴν αὐτοῦ βλέπων δύναμιν, τοῖς ἄλλοις ἀπειρηκώς φυγῇ τὴν σωτηρίαν ἐπραγματεύετο, καὶ μετά τινων ὀλίγων τῶν πιστοτάτων τὸ φρούριον κατέλαβεν Ἀτεούς. Ἀποκρουσθεὶς δ´ ἐκεῖθεν ἔν τινιχωρίῳ κατήντησεν ὃ κατωνομάζετο Γοηλήοντος, ὃ καὶ φανερῶς ἐδήλου ὡς Δοντι· κἀκεῖσε παρα Μιχαὴλ τοῦ Βαρέος καί τινων ἀλλων πλείστων ἐπ´ αὐτὸν συστάντων συλλαμβάνεται, Στέλλεται τοίνυν Ἱωάννης ὁ Τουβάκης καὶ Λέων ὁ Παστηλᾶς εἰσαγαγεῖν αὐτὸν εἰς τὴν βασιλεύουσαν. Οἱ δὲ τοῦτον κρατήσαντες ἀπετύφλωσαν, ὡς μὲν ἔνιοι λέγουσιν ἐντολὴν λαφραίαν λαβόντες ἐκ Ῥωμανοῦ, ὡς δ´ οἱ περὶ τὸν Ῥωμανὸν διανίσταντο, αὐθαιρέτῳ γνώμῃ και προαιρέσει· καὶ γὰρ δὴ καὶ ἐδόκει ἀγανακτεῖν ὁ Ῥωμανὸς ὡς παρὰ τὴν αὐτοῦ θέλησιν γογονότος τοῦ ἔργου. Π μὲν οὖν τοῦ Λέοντος ἀποστασία τοιοῦτον ἔσχε τὸ τέλος. ἡ Συνέστη δὲ καὶ ἑτέρα ἐπιβουλὴ κατὰ Ῥωμανοῦ, παρά τινος Κωσταντίνου Κτηματηνοῦ, ὀαβὶδ τοῦ Κουμουλιανοῦ καὶ Μιχαήλ κουράτωρος τῶν μαγγάνων· οὗτοι γὰρ νεανίας τινὰς καθοπλίσαντες κατὰ τὸ κυνήγιον ἐξελθόντα τὸν Ῥωμανὸν ἐπστοέὸαντο διαχειρίσασθαι. Ὡν γνωσθέντων, καὶ συλληφθέντες οἱ τῆς ἐπιβουλῆς πρωτουργοὶ τοῦς ὀφθαλμοὺς ἐπηρώθησαν καὶ διὰ μέσης τῆς ἀγορᾶς περιήχθησαν. Συνῆν δὲ ταύτῃ τῇ ἀτίμῳ περιαγωγῆ καὶ Λέων ὁ Φωκᾶς, ἡμιόνῳ ἐφεζόμενος. Κατηγορήθη δὲ καὶ Σωὴ ἡ βασιλὶς τῇ ζωῇ ἐπιβουλεύουσα τοῦ Ῥῶμανοῦ, καὶ τοῦ παλασίου κατάγεται, κἀν τῇ τῆς Ἀγίας Εὐφημίας μονῇ ἀποκείρεται. Ἐξεβλήθη δὲ τῆς πόλεως ααὶ Θεοφύλακτος πατρίκιος, καὶ ρεόδωρος ὁ παιδαγωγὸς τοῦ βασιλέως, καὶ ὁ τούτου ὁμαίμων Συμεὼν, [. Ρ καὶ ἐν τῷ ὀψικίῳ διάγειν ἐτάχθησαν, ὡς τάχα κατὰ Ῥωμανοῦ μελετῶντες. Τπούργῃσε δὲ πρὸς τὸν ἐξοτρακισμὸν τῶν τοιούτων ὁ δρουγγάριος τῆς βίγλας Ἰωαννης ὁ Κουρκούας, αἰφνίδιον συναρπάσας αὐτοὺς καὶ πλοίοις εἰς τὴν περαίαν διαβιβάσας. Τῇ δὲ κδ´ νοῦ Σεπτεμβρίου μηνὸς ἀνάγεται Ῥω μανὸς εἰς τὴν τοῦ Καίσαρος ἀξίαν, καὶ Δτκεμβρίῳ μηνὶ τῷ τῆς βασιλείας διαδήματι στίφεται, ἐπιτρρπῇ ποῦ θασιλέως Κωνσταντίνου, τοῦ πατριάρχου Νικο λάου αὐτὸν ἀναδήσαντος· Ῥωμανὸς δὲ ταινιωθεὶς τῷ βασιλικῷ διαδήματι στέφει κατ´ αὐτὴν τὴν ἡμέραν τῶν ἁγίων Φώτων καὶ τὴν ἐαυτοῦ σύζογον Θεοδώρεν