Ancient Greek
2.34
Georgius Cedrenus, Compendium Historiarum 2.34
Unproofread scanNot analysed yet
ἐπιζητῶν νυμφευθῆναι τῷ τοῦ Πορφυρογεννήτου υἱῷ Ῥωμανῷ· ἥτις καὶ ἀχθεῖσα μετὰ πλούτου πολλοῦ συνὴφθη Ῥωμανῷ. Συνεβίωσι δὲ μετ´ αὐτοῦ ἔτη εʹ καὶ ἀπέθανε. Ἐγένετο δὲ καὶ βίαιος ἄνεμος μηνὶ Δεκεμβρίῳ· καὶ παταπεσόντες οἱ λεγόμενοι δῆμοι συνέτριψαν τὰ κάτωθεν αὐτῶν Κβάθρα καὶ τὰ λεγόμενα στήθεα. Τε πόλεως δὲ Ἑδέσσης πολιορκουμένης παρὰ τῶν Ῥωμαῖκῶν δυνάμεων, στενοχωρηθέντες οἱ Ἐδεσσηνοὶ τοῖς ἐκ τῆς πολιορκίις δεινοῖς διεπρεσβεύσαντο πρὸς βασιλέα, αἰτούμενοι ἀπαναστῆναι νῆς προσεδρίας τὸν λαόν· καὶ ὑπισχνοῦντο ἀντίλυτρον δοῦναι τὸ τοῦ Χριστοῦ ἄγιον ἐκμαγεῖον. Λυθείσης οὖν τῆς πολιορκίας ἐδόθη τὸ θεῖον ἐκτόπωμα καὶ εἰς τὴν βασιλίδα ἤχθη. ὁποδεζαμένου τοῦτο τοῦ βασιλέως μετὰ λαμπρᾶς καὶ πρεπούσης δορυφορίας, καθὼς; ἔμπροσθεν εἴπομεν. Κατὰ ταύτας τὰς ἡμέρας ἐξ Ἀρμενίας ἐφοίτησε τέρας ἐν τῇ βασιλευούσῃ, παῖδες ἄῤῥενες συμφυεῖς ἐκ μιὰς προελθόντες γαστρός. Ἐξηλάθησαν δὲ τῆς πάλεως ὡς πονηρὸς οἶωνός. Ἐπὶ δὲ Κωσταντίνοι πάλιν εἰσῆλθον. Ἐπεὶ δὲ συνέβη τὸν ἕνα τελευτῆσαι, [ἐπειράθησαν οἱ ἐμπειρότεροι τῶν τατρῶν ἀποτεμεῖν τὸ νεκρωθὲν μέρος· οὖ τμηθέντος τὸ ζῶν ἐπιβεβιωκὸς μικρὸν ἐτελεύτησεν, Ο δὲ βασιλεὺς Ῥωμανὸς καὶ πάντας μὲν ἐτίμα τοὺς μοναχοῦς, διαφερόντως δὲ τὸν μοναχὸν Σέργιον τὸν ἀνεψιὸν Φωτίου τοῦ πατριάρχου, ἀρεταῖς ὅντα κστάκοσμον καὶ πᾶσι κοσμούμεωον τοῖς καλοῖς, ὃς διὰ παντὸς παρψνει τῷ βασιλεῖ τῶν παίδων ἐπιμελεῖσθαι καὶ μὴ ἀπαιδεύτούς τούτους ἐᾷν, μὴ πως καὶ αὐτὸς πάθῃ τὸ τοῦ Ἡλεί. Τε δὲ αὐτῇ δνδικτιῶνι κατήγαγον νὸν βασιλέα Ῥωμανὸν τοῦ παἰατίου καὶ εἰς τὴν Πρώτην ἀγάγόντες νῆσον κπνειοαν μοναχόν, Τίνες δὲ οἱ τοῦτον κατασπάσαντες τῆς ἀρχῆς, καὶ τίνα τρόπον, ἐν τοῖς ἐπάγομένοις λελέξεται. Κωνστσντίνου τοῦ βασιλέως ἐν κομιδῇ νέᾳ τῇ ἡλικίᾳ ἀπορφανισθέντος, καὶ τῶν πραγμάτων ὑπό τε τῆς μητρὸς αὐτοῦ Χωῆς καὶ τῶν ἐπιτρόπων οὕς ἔμπροσθεν ἡριθμησάμεθα διοιλουμένων, ὁ παρακοιμώμενος Κωνσταντῖνος μεγάλα παρὰ τῆ βασιλίδι δυνάμενος, ἐπ´ ἀδελφῇ τε γαμβρὸν ἔχων τὸν μάγιστρον Λέοντα τὸν Φωκᾶν δομέστικον ὄντα τῶν σχολῶν τῆς Ἀνατολῆς, καὶ παρὰ τοῦτο τὰς ἡνίας