Ancient Greek
2.41
Georgius Cedrenus, Compendium Historiarum 2.41
Unproofread scanNot analysed yet
ὧνίους προτιθεὶς τοὺς τῆς Ἐκκλησίας βαθμοὺς καὶ τὰς προβαλὰς τῶν ἀρχιερέων, καὶ ἄλλα πράττων Ἐσα τοῖς ἀληθινοῖς ἀρχιερεῦσιν ἀπεοικότα ἐτύγχανεν, ἰππομανῶν καὶ κυνηγεσίοις ἐνασχολούμενος καὶ λοι πὰς ἀποιπεῖς διαπραττόμενος πράξεις, ἂς κατὰ μέρος διεξιέναι σὺν τῷ ἀπρεπεῖ καὶ ἀθέμιτον. Μιᾶς δὲ δίκαιον ἐπεμνησθῆναι εἰς ἕνδειξιν τῆς ἀπαιδεύτου γνώμης αὐτοῦ. Ἔρως αὐτὸν κατεῖχεν ἄσχετος τῆς τῶν ἵππων κτήσεως, καὶ λέγεται ὁπὲρ δισχιλίους πορίσασθαι, ὧν τῆς κομιδῆς διὰ παντὸς ἐφρόντιζεν, οὐδὲ χόρτον αὐτοῖς παρατιθεὶς καὶ κριθὰς, κώνων δὲ αρποὺς καὶ θάσια καὶ []πιστάκια, ἔτι δὲ φοινίκων καὶ σταφίδων καὶ τσχάδων τὰ λιπαρώτερα, εὐωδεστάτῳ οἴνῳ μιγνὺς, καὶ κρόκον καὶ κινναμωμον καὶ βάλσαμον καὶ ἔτερα ἀρώματα τοῖς ῥηθεῖσι συμφύρων, ἑκάστῳ τῶν ἵππων παρετίθει βρῶσιν. Φασὶ δ´ ὅτι λειτουργοῦντί ποτε αὐτῷ κατὰ τὴν μεγάλην τοῦ θείου δείπνου πέμπτην ἡμέραν, καὶ τὰς εὐχὰς ἤδη τῶν μυστηρίων ἀναγινώσκοντι, ὁ τὴν ἐπιμέλειαν των ἵππων ἐπιτετραμμένος διάκονος ἐπιστὰς εὐαγγέλιον τούτῳ κεκόμικεν, ὡς ἄρα τετοκυῖα εἶη ἡ ἐπισημοτάτη φορβάς, προσθεὶς καὶ τὸ ὄνομα, Ὁ δ´ ὁπὸ περιχαρείας τὸ τῆς θείας λειτουργίας ὑπόλοιπον ὡς ἔτυχεν ἐκπληρώσας δρομαῖος ἀφικνεῖται πρὸς τὸ Κοσμίδιον, καὶ τὸν τεχθέντα πῶλον ωρακὼς καὶ τοῦ ἀλόγου θεάματος ἐμφορηθεὶς ὁπέστρεψεν εἰς τὴν Μεγάλην Ἑκκλησίαν, τὴν τῶν ἁγίων παθῶν τοῦ Σωτῆρος ἡμῶν καὶ Θεοῦ ἐκτελέσων ὄμνῳδίαν. Ἔργον ἐκείνου καὶ τὸ νῦν κρατοῦν ἔθος, ἐν ταῖς λαμπραῖς καὶ δημοτελέσιν ἑορταῖς ὑβρίζεσθαι τὸν Θεὸν καὶ τὰς τῶν ἀγίων μνήμας διὰ λυγισμάτων ἀπρεπῶν καὶ γελώτων καὶ παραφόρων κοαυλγῶν τελουμένων τῶν θείων ὕμνων, οὕς ἔδει μετὰ κατανύξεως καὶ συτριμμοῦ καρδίας ὑπὲρ τῆς ἑαυτῶν ἡμᾶς σωτηρίας προσφέρειν τῷ Θεῷ. Ιλῆθος γὰρ συστησάμενος ἐπιῤῥήτων ἀνδρῶν καὶ ἔξαρχον αὐτοῖς ἐπιστήσας Εὐθύμιόν τινα Κασνῆν λεγόμενον, ἀν αὐτὸς δομέστικον τῆς Ἐκκλησίας προύβάλετο, καὶ τὰς σατανικὰς ἀρχήσεις καὶ τὰς ἀσήμους κραυγὰς καὶ τὰ ἐκ τριόδων καὶ χαμαιτυπείων ἡρανισμένα ψσματα τελεῖσυαι ἐδίδαξεν. Οὕτως δὲ βιοτεύων καταστρέφει τὸν βίον ἐν τῷ ἀτάκτως ἱππάζεσθαι, ὄν τινι τείχει τῶν παραθαλασσίων θραυσθεῖς Καὶ χειροτονεῖται κατὰ τὴν τρίτην τοῦ Ἀπριλλίου μηνὸς, τῆς αὐτῆς ἰνδικτιῶνος, ἀντ´ αὐτοῦ πατριάρχης Πολόευκτος μοναχὸς, τῆς Κωνσταντινουπόλεως καὶ θρέμμα τυγχάνων καὶ παίδευμα, ὑπὸ τῶν γονίων μὲν εὐνουχισθεὶς, ἐπὶ πολὺν δὲ χρόνον τῇ μοναδικῆ πολιτείῃ ἐκδιαπρέψας· θν ὁ βασιλεὺς διὰ τὸ τοῦ ἤθους σεμνὸν καὶ τὸ τῆς σοφίας ὑπερβάλλον καὶ τῆν