Ancient Greek
2.50
Georgius Cedrenus, Compendium Historiarum 2.50
Unproofread scanNot analysed yet
μέχρι τῶν χρόνων τοῦ Πορφυρογεννήτου Κωνσταντίνου καὶ τῆς αὐτοῦ μητρός· ἐπ´ ἐκείνων δὲ πάλιν κινηθέντες οἱ Σαρακηνοὶ μηδενὸς κωλύοντος τὴν Ἰταλίαν κατέτρεχον. Συνιδόντες οὖν οἱ κρατοῦντες ὡς οὐχ οἶοί τε εἰσι πρός τε τοὺς ἑῴους Σαρακηνοὺς καὶ πρὸς τοὺς ἑσπερίους ἀντέχειν, ἤδη καὶ τῶν Βουλγάρων τὰς σπονδὰς λελυκότων, σπείσασθαι ἐγνώκειααν μετὰ τῶν ἐν Σικελίᾳ Σαρακηνῶν. Ἐγένοντο οὖν σύμφωνα δι´ Εὐσταθίου τοῦ στρατηγοῦ Καλαβρίας, Ἀνὸς ὅντος τῶν βασιλικῶν θαλαμηπόλων, ἐφ´ ᾧ δασμὸν ἐτήσιον δίδοσθαι τοῖς Σαρακηνοῖς χρυσίου χιλιάδας κῄʹ. [Θῶ] Γενομένων δὲ τῶν, σπονδῶν Ἰωάνν ην πατρίκιον τὸν ἐπίκλην Μουζάλωνα στρατηγὸν τῆς Καλαβρίας ποούβάλοντο, ὃς φορτικῶς κατάρ χων τῶν ἐγχωρίων ὑπ´ αὐτῶν ἀπεσφάγη, προσχωρησάντων τῷ ῥηγὶ Λογγιβαρδίας Δανδούλφῳ, Ῥωμανοῦ τοῦ γέροντος ἄρτι τὰ σκῆπτρα κατέχοντος Ῥωμαίων. Ὑφ´ οὖ συμφέρον ἐνομίσθη στρατιώτας πεμφθῆναι μετὰ νεῶν. τὸ ἀπόῤῥαγεν τῆς ὁλότητος μέρος ἐπανασώσασθαι. Προσεπέμφθη δὲ Κοσμᾶς πατρίκιος Θεσσαλονικεὺς, γνώριμος ὧν τῷ δανδούλφῳ. Καὶ περαιωθεὶς οὐτος εἰς Ἰταλίαν καὶ τῷ Δανδούλφῳ συμμίξας παρῄνει ἀποσχέσθαι τῆς χώρας Ῥωμαίων καὶ τῷ βασιλεῖ συμφιλιωθῆναι καὶ ἀντὶ πολεμίου φίλον αὐτὸν ποιῆσαι καὶ σύμμαχον. Ἀπαναινομένου δὲ τούτου τὸ πρῶτον, ὃ Κοσμᾶς ἀνὴρ φρόνιμος ὧν καὶ συνετός· «Ἐμοὶ μὲν, εἷπε πρὸς τὸν Δανδοῦλφον, χρέος ἦν τὰ σωτήρια συμβουλεῶσαι τῷ φίλῳ· Εἰ δ´ αὐτὸς πεισθῆναί μοι οὐ θέλεις τὰ λυσιτελῆ συμβουλεύοντι, τότε γνώση τῆς ἀληθείας διαμαρτήσας κατὰ πολὸ, ὅταν σεαυτόν τε καὶ τὸ ἔθνος ἄπαν τοῖς μεγίστοις ὑποβαλὼν κινδύνοις ἀπανορεύσεις, μὴ δυνάμενος, πρὸς οὕτω μεγάλην καὶ ἰσχυρὰν ἀντιτάττεσθαι ουναστείαν.» Συνεὶς οὖν ὁ Δανδοῦλφος τὰ δέοντα συμβουλεύειν τὸν πατρίκιον, ἐδέξατο τὴν παραίνεσιν καὶ ἐσπείσατο, νουθετήσας καὶ τοὺς ἀρχοντας τῶν ἀποστάντων θεμάτων τῇ προτίρᾳ προσδραμεῖν ἀρχῇ καὶ τὸν σφῶν ἐπιγνῶναι βασιλέα, ὧν πεισθόντων εἰρήνη βαυεῖα πάλιν κατεῖχε τὰ ἐν Ἰταλίᾳ καὶ Λογγιβαρδίᾳ πράγματα, Ὁ δὲ τῶν Βουλγάρων ἁργηγὸς Συμεών πσλλὰ κατά Ῥωμαίων στήσας τρόπαια καὶ φρονήματι σοεὶς ἐπὶ τούτοις καὶ τὴν Ῥωμαίων ὡνειροπύλει βασιλείαν. Τοίνυν πρὸς Φατλοῦν τὸν δυνάστην τῶν Ἀφρων ἐκπέμψας προετρέπετο στόλον κατὰ τῆς βασι. λίδος ἀναγαγεῖν, ὑπισχνεῖτο δὲ καὶ αὐτὸς διὰ Θρῴκης ἐλθεῖν πολὺν καὶ βαρὺν στρατὸν ἐπαγόμενος, καὶ γενομένων ὑφ´ ἓν τῶν στρατευμάτων διά τε γῆς καὶ θαλάσσης ἐκπολιορκῆσαι τὴν βασιλεύουσαν, καὶ τὸν ταύτης πλοῦτον διανείμασθαι ὅπ´ ἴσης, καὶ κὸτὸ ν μὲν ἐπ´ οἴκου ὑπονοστῆσαι, τοῦτον δὲ τῇ Κωνσταντινουπόλει καταλιπεῖν. ἔλαθον οὖν οἶ μούλγαροι πρὸς τὴν Ἀφρικὴν ἀποπλεύσαν τες, καὶ δόξαντος τοῦ Συμεὼν ὡφέλιμα παραινεῖν εἰλήφασί τινας Σαρακηνοὺς ἐλλογίμους στε ἐμπεδῶσαι τὰ δεδογμένα. Ἐν τῷ ὑποστρέφειν δὲ περιπίπτουσι τοῖς Καλαβροῖς καὶ πρὸς τὸ Βυζάντιον ἀναπέμπονται