Ancient Greek
2.52.1 to 2.52.12
Georgius Cedrenus, Compendium Historiarum 2.52.1-12
Unproofread scanNot analysed yet
εἰς Καλαβρίαν ἀπέστειλιν, ἐνωθῆναι κελεόσας τῷ στρατηγῷ τῆς χώρασσχλιος δι´ οὗτος ἧν, ὁ πρὸ μικροῦ μνημονευθεὶς καὶ κοινῇ μετ´ αὐτοῦ ἀναδέξασθαι τὸν παρὰ τῶν Καρχηδονίων καὶ Σικελῶν ἐπισειόμενον πόλεμον. Ἐπέστησε δὲ καὶ τῷ πεμφθέντι στόλῳ τὸν Μακροωάννην. Οἵτινες κατὰ Χώραν γενόμενοι μυρία ἔδρων εἰς τοὺς αὐτόχθονας κακὰ, πλεονεκτοῦντες καὶ ἄλλα ποιοῦντες ἃ καὶ αὐτοὶ ἄν ὥκνησαν οἱ πολέμιοι. Ταῦτα πυθόμενος ὁ τῶν Σαρακηνῶν ἀμηρᾶς Ἀβουλχαρὲη γὰρ ὁ Φατλοὺμ ἐτεθνήκει καὶ τοὺς ἑαυτοῦ παραθαῤῥόνας, καὶ μὴ φοβηθῆναι παραινέσας στρατὸν τοιαῦτα εἰς τοὺς οἰκείους ἐνδεικνύμενον τὰ κακα, πόλεμον ὑπαντιάσας συνίστησι κραταιὸν, καὶ νίκην ἣρατο ἀρίστην τε καὶ καλλίστην· μικροῦ γὰρ δὲ ἐάλωσαν καὶ οἱ στρατηγοὶ ἵωνοίαι λετὰ δὲ τοῦτο Κωνσταντῖνος ὁ βασιλεὺς Ἰωάννην ἀσηκρῆτις, τὸν τὴν ἐπωνυμίαν Πιλάτον, περὶ εἰρήνης ἐκπέμπει διαλεξόμενον τοῖς Σαρακηνοῖς. Εἰωθότες δʹ οὖτοι μὴ ταῖς νίκαις ἐπαίρεσθαι, ἀλλὰ τὴν εἰρήνην καὶ κρατοῦντες ἀσπάζεσθαι, προθύμως ὑπήκουσαν, καὶ ἐπί τινα χρόνον εἰρήνην ἔθεντο. Τούτου δὲ διεῥῥυηκότος πάλιν διαπερῶντες ἀλεηλάτουν τοὺς Καλαβρούς. Καὶ πάλιν ὁ Κωνσταντῖνος δύναμιν κατ´ αὐτῶν καὶ ναυτικὴν ἐκπέμπει καὶ πεζικήν· ἧρχον δὲ τῆς μὲν ναυτικῆς δυνάμεως ὁ τὴν ἐπωνυμίαν Κραμβέας καὶ δ Μωρολέων, ἐστρατήγει δὲ τῶν πεζῶν ὁ πατρίκιος Ῥωμανὸς ὁ Ἅργυρός. Γενόμενοι δ´ ἐν Ὑδροῦντι καὶ τὸς ναῦς νεωλκήσαντες ηύτρεπίζοντο πρὸς τὸν εἰς Σικελίαν ἀπόπλουν. Οἱ δὲ Σαρακῃνοὶ τῆ φήμῃ ἂιαταραχθέντεσπίσταται γὰρ αὕτη τὰ μικρὰ μεγεθύνειν καὶ τὰ πράγματα πρὸς τὸ φοβερώτερον ἐξαγγέλλειν] καὶ μή τι πάθωσι δείσαντες διὰ τὸ απνιδίως αλτατς ἀπαρασκεύοις γειτονῆσαι τοὺς πολεμίους, Πανικῷ δείματι συσχεθέντες καὶ τὸ ἑαυτῶν καταλιπόντες στρατόπεδον ὅφυγον ἐκ τοῦ Ῥηγίου καὶ πρὸς τὴν Σικελίαν διεπεραιώθησαν. Ἐν δὲ τῷ πρὸς Πάνορμον ἀποπλεῖν βαρυτάτῳ χειμῶνι περιπεσόντες, καὶ τῶν σκαφῶν ὑπὸ τοῦ κλόδωνος συντριβέντων, μᾶλλον δὲ ὧπὸ Χριστοῦ τοῦ Θεοῦ τοῦ παρ´ αὐτῶν βλασφημουμένου, διολώλασιν ἄπαντες.