Ancient Greek
2.57
Georgius Cedrenus, Compendium Historiarum 2.57
Unproofread scanNot analysed yet
περιττὰ ἀνελαμβάνετο. Καὶ ἄλλα τινὰ διατάγματα διετίθει πᾶσαν ἰδέαν ἀνάγκης ὁπερεκπίπτοντα, ἅ κατὰ μέρος διεξιέναι μεγαληγόρου δεῖται καὶ φρενὸς καὶ γλώττης. Ἐσπούδασε δὲ καὶ νόμον θεῖναι τοὺς ἐν πολέμοις ἀποθνήσκοντας στρατιώτας μαρτυρικῶν ἀξιοῦσθαι γερῶν, ἐν μόνῳ τῷ πολέμῳ τιθέμενος καὶ οὐκ ὲν ἄλλῳ τινὶ τὴν τῆς ψυχῆς σωτηρίαν. Κατήπειγε δὲ καὶ τὸν πατριάρχην καὶ τοὺς ἐπισκόπους συνθέσθαι τῷ δόγματι· ἀλλά τινες τούτων γενναίως ἀντιστάντες ἀπεῖρξαν αὐτὸν τοῦ σκοποῦ, προθέντες εἰς μέσον τὸν τοῦ μεγάλου Βασιλείου κανόνα, ἐπὶ τριετίαν ἀκοινωνήτους εἶναι λέγοντα οὐς πολέμιον ἕν τινι πολέμῳ ἀνῃρηκότας. Ἐλάττωσε δὲ καὶ τὸ νόμισμα, τὸ λεγόμενον τεταρτηρὸν [. θΘ] ἐπινοήσας Διπλοῦ δὲ τοῦ νομίσματος ἔκτοτε γεγονότος, ἢ μὲν εἴσπραξις τῶν δημοσίων φόρων τὸ βαρύτερον ἀπῄτει, ἐν δὲ τρῖς ἐξόδοις τὸ μικρὸν ἐσκορπίζετο. Νόμου δὲ καὶ ἴθους ὄντων παντὸς χαρακτῆρα βασιλέως, εἶ μὴ τῷ σταθμῷ ἐλαττοῖτο, δύναμιν ἔχειν ἰσότιμον, ὁ δὲ τὸν ἑαυτοῦ προκεκρίσθαι ἐνομοθέτησεν, ὑποβιβάσας τοὺς τῶν ἄλλων. Ἐξ ἧς αἰτίας οὐ μικρῶς ἔθλιψε τὸ ὑπήκοον ἐν τοῖς λεγομένοις ἀλλαγίοις. Καὶ τὸ δὴ χείριστον, ἐκ τῆς τοιαύτης αἰτίας τοῦ πολιτεύματος πιεζομένου οὐδεμίαν εὐηνίαι ἐδέξαντο τὰ ὠνούμενα. Πλέον δὲ τῶν ἄλλων ἡνίασε τοὺς ἀνθρώπους, καίπερ λίαν ὄντων χαλεπωτάτων, ἡ τοῦ τείχους κτίσις τῶν παλατίων. Πολλὰ γὰρ ἔργα κύκλῳ ὅντα τοῦ παλατίου, ελε κάλλος καὶ μέγεθος ἐξειργασμένα, καταστρεψάμενος, ἀκρόπολιν καὶ τυραννεῖον κατὰ τῶν ἀθλίων πολιτῶν ἀπειργάσατο, ἀποθήκας καὶ σιτοβολῶνας ἔνδοθεν καὶ ἱπνοὺς καὶ κλιβάνους ἐργασάμενος καὶ πληρώσας εἰδῶν. Προτεθέσπιστο γὰρ αὐτῷ ἔνδοθεν τοῦ παλαιίυυ ἀποθανεῖν, ἠγνόει δ´, ὡς ἔοικεν, ὡς εἶ μὴ Κύριος φυλάξει πόλιν, εἰς μάτην ἡγρύπνησεν ὁ φυλάσσων. Ὅτε γὰρ τὸ τεῖχος τοῦ παλατίοο. κατεσκευάζετο, μιᾷ τῶν νυκτῶν ἀνὰ τὴν θάλασσαν ὑποπλέων τις ἐξεβόησεν· «Ὢ βασιλεῦ, ὑψοῖς τὰ τείχη, κἂν μέχρι πόλου φθάσῃς, ἔνδον τὸ κακὸν, αὐάλωτος ἡ πόλις.» Πολλὰ δὲ ἀναζητηθεὶς ὁ τοῦτο εἰπών οὐχ εὐρέθη. Τοῦ τείχους γὰρ τελειωθέντος, τότε συνέβη καὶ αὐτὸν κατ´ αὐτὴν τὴν ἡμέραν ἀποθανεῖν, ὁπηνίκα τὰς κλεῖς ὁ τὴν ἐπιμέλειαν ἐπιτετραμμένος φέρων αὐτῷ ἐνεγείρισε. Προσεγένετο δὲ τοῖς εἰρημένοις καὶ ἕτερον. ὅπερ ἐπὶ πλέον ἐξῆρε τὸ κατ´ αὐτοῦ μῖσος, συμβολῆς νενομένης κατ´ αὐτὴν τὴν ἐορτὴν τοῦ ἁγίου Πάσχα μέσον πλωίμων καὶ Ἀρμενίων, πολὺς ἀνθρώπων ἐγένετο φθόρος, μικροῦ δ´ ἂν ἀπεβίω καὶ ὁ μάγιστρος Σισίνιος καὶ ἔπαρχος, Διεδέδοτο δὲ φήμη ἐν τούτου ὡς χαλεπαίνων τοῖς πολίταις ὁ Νικηφόρος, ὡς αἰτίοις τάχα τῆς ἀταὲίας, ἐν ἡμερᾳ ἱπποδρομίας μέλλει σαγηνεύσας τὸν δῆμον τιμωρήσασθαι. Καὶ δὴ μετὰ μικρὸν ἱπποδρομίας τελουμένης, βουλόμενος ὁ Νικηφόρος ἐνδείξασθαι τοῖς πολίταις καὶ τὴν τοῦ πολέμου