Ancient Greek
2.59
Georgius Cedrenus, Compendium Historiarum 2.59
Unproofread scanNot analysed yet
Ἔχοι κωαμερινομ. αετιμψα κατωρθωκώς ὅτι μοδίου τῷ νομίσματι πιπρασκομένου αὐτὸς δύο πωλεῖσθαι τοῦτον ἐπέταξε, μὴ τὸν Μακεδόνα μιμησάμενος βασιλέα Βασίλειον· οὗτος γὰρ κατὰ τὴν καινὴν Κυριακὴν ἀπερχόμενος ἐν τῷ τῶν Μεγάλων Ἀποστόλων ναῷ, καὶ θεασάμενος πολίτας τινὰς ἱεροπρεπεῖς μὲν καὶ σεμνοὺς, ἀλλως δὲ σκυθρωποὺς καὶ κατηφιῶντας, ἐγγὺς ἑαυτοῦ παραστησάμενος διὰ τί μὴ καὶ αὐτοὶ λαμπροφοροῦντες ἐν τῇ ἑορτῇ πάρεισιν ἀνηρώτα, ἀλλ´ ὡς ἂν ἐν μεγάλῃ συμφορᾷ τῆς πόλεως οὖσης στυγνάζουσι. Πρὸς θν ἀπεκρίνατό τις τῶν πολιτῶν· αΣοί, ὥ δέσποτα, καὶ τοῖς ἑστῶσιν ἔγγιστά σου πρέπει τὸ λαμπροφορεῖν καὶ χαίρειν· οἷς δὲ τοῦ θανάτου πρόσεστι προσδοκία, τὰ τοιαῦτα ἀπεοίκασιν. Ἡ ἀγνοεῖς ὅτι δύο μέδιμνοι σίτου τῷ νομίσματι πιπράσκονται διὰ τὴν τῶν ἀνέμων τραχύτητα;» Πρὸς ταῦτα βύθιον ἀνοιμώξας ὁ βασιλεὺς συμπαθείας ἀπέσταξε δάκρυον, καὶ τούτους μὲν παρεμυθήσατο δαψιλῶς, ἐπανελθὼν δ´ εἰς τὰ βασίλεια τοὺς τὰς πολιτικάς καὶ βασιλικὰς συναγαγὼν μετερχομένους φροντίδας μυρίαις ὕβρεσι καὶ ἀραῖς καθυπέβαλεν ὅτι μὴ αὐτῷ περὶ τῆς σιτοδείας ἐμήνυσαν, καὶ εὐθὺς τὸν βασιλικὸν καὶ δημόσιον σῖτον προθέμενος δώδεκα τοῦ νομίσματος δίδοσθαι παρκκιλεύσατο· οὖ τὴν προαίρεσιν ἀποδεξάμενος ὁ Θεὸς εὐθηνίαν πολλὴν τοῖς ἀνθρώποις παρέσχετο. Ἀλλὰ ταῦτα μὲν εἰς ἔπαινον ἐκείνου ἐῤῥέθη· ὁ δὲ Νικηφόρος ἔχαιρε μᾶλλον ἢ ἐβοήθει θλιβομένους ὅρῶν τούς ὑπηκόους. Καὶ οὐχ οὗτος μόνον, ἀλλὰ καὶ Λέων ὁ ἀδελφὸς αὐτοῦ, ταῖς καπηλείαις προσκείμενος τῶν εἰδῶν, πολλῶν καὶ ποικίλων δεινῶν τὴν οἰκουμένην ἐνέπλησεν. Ὡν τῆν αἱσχροκέρδειαν εὐτραπέλως οἶ πολῖται διεκωμῴδουν. Ἐξελθόντος γάρ ποτε τοῦ βασιλέως ἐν τῷ πεδίῳ ὥστε γυμνάσαι τὸν στρατὸν, ἐπεί τις ἧλθε πολιὸς τὴν τρίχα καὶ ἐπειρᾶτο συναριθμηθῆναι τοῖς στρατιώταις, φησὶ προς αὐτόν· Σὺ δὲ. ὦ ἄνθρωπε, γέρων ὤν πῶς τοῖς ἐμοῖς στρα. τιώταις ἐπείγῃ συναριθμηθῆναι; ἡ Ὁ δ´ εὐστόχως ὅπολαβὼν, αΠολὺ δυνατώτερός εἰμι νῦν, ἔφῃ, ἢ ὅτε ἧκμαζον.» Αὐτοῦ δέ, «Καὶ πῶς; ἐρομένου,» Ὅτιπερ, ἔφη, τὸν τοῦ νομίσματος σῖτον πρότερον δυσὶν ἡμιόνοις ἐπιφορτίζων, ὅπὶ τῆς σῆς βασιλείας δύο νομισμάτων σῖτον ἀβαρῶς ἐπὶ τῶν ἄύμων φέρω.» Συνεὶς οὗν τὴν εἰρωνείαν ἀνεχώρησε, μηδὲν ταραχθείε. οἱ δὲ Σαρακηνοὶ μετὰ τὸ ἀλῶναι τὰς ἐν Συρίᾳ καὶ Κιλικίᾳ πόλεις τὸν ἀρχιερέα τῶν Ἱροσολύμων Ἰωάννην ζῶντα κατέκαυσαν ὡς ταῖς ὑποθήκαις αὐτοῦ τάχα μέλλοντος τοῦ Νικηφόρου ἀφίξεσθαι πρὸς αὐτούς· ἐνέπρησαν δὲ καὶ τὸν περικαλλῆ ναὸν τοῦ Κυριακοῦ Τάφου. Τὸ δ´ αὐτὸ τοῦτο πεποιήκασι καὶ οἱ Ἀντιοχεῖς, Χριστοφόρον τὸν αὐτῶν ἀνελόντες ἀρχιερέα. [Ρ. θΟδ] Προσεῥῥύησαν δὲ τῷ βασιλεῖ Γρηγόριος καὶ Παγκράτιος οἱ αὐτάδελφοι, τῆς ἑαυτων παραχωρήσαντες αὐτῷ χώρας τοῦ Ταρών· οὕς πατρικίους τιμήσας καὶ κτήμασιν ἐφιλοφρονήσατο πολυπροσόδοις. Ἐγένετο δὲ καὶ ἡλίου ἕκλειψις τῇ κβʹ τοῦ Δεκεμβρίου μηνὸς, περὶ τρίτην ὥραν, ὡς καὶ ἄστρα φανῆναι, Ἡ δὲ βασιλὶς Θεοφανὼ ἀποστρεφομένη τὴν συνουσίαν τοῦ Νικηφόρου, τινα τῶν τοῦ Τιμισκῆ μεταπεμψαμένη εἰσκαλεῖται τοῦτον ἐν τῷ τδίῳ ακερ σχολάζοντα