Ancient Greek
2.65.1 to 2.65.15
Georgius Cedrenus, Compendium Historiarum 2.65.1-15
Unproofread scanNot analysed yet
ἀναχώρησιν ποιούμενος ἐνέκειντο δʹ οἱ Πατῖινάκαι τὰς ἑαυτῶν λόσαντες τάξεις, ὡς τάγα τοὺς φεύγοντας ἀφανίσαιεν ἄρδην. Ἐκεῖνοι δὲ νῦν μὲν φεόγοντες μετὰ τάξεως, νῦν δ´ ἀποστρέφοντες καὶ ἀμυνόμενοι ἔθεον πρὸς τοὺς λόχους. Ἑπεὶ δὲ καὶ ἐς μέσους ἐγένοντο τούτους, τότε δὴ ἀνέντες τοὺς χαλινοὺ «ἀρατῶς ἔφευγον, καὶ οἱ Πατζινάκρι ἐκχυοέντες ἀτάκτως ἐδίωκον. Ἐπιφανέντος δ´ ἐξαίφνης τοῦ μαγίστρου μετὰ παντὸς τοῦ στρατοῦ, τῷ ἀπροσδοκήτῳ καταπλαγέντες τὴν μὲν δίωξιν ἐπέσχον [Ρ Θβ] οὐ μήν γε καὶ ἐς φυγὴν ἀπεῖδον, ἀλλ´ ἔμενον, ἄν τις ἐπίοι δείόμενοι. Μετὰ σφοδρᾶς δὲ ῥύμης τῶν περὶ τὸν μάγιστρον συμπεσόντων αὐτοῖς, καὶ τῆς Σκυθῶν. Καὶ κατὰ βάθος τῆς φάλαγγος σχισθείσης ἐς μέσους ἐμπίπτουσι τοὺς λόχους οἱ Πατζινάκαι, τῶν κεράτων συνελθόντων ἀλλήλοις καὶ κύκλωσιν ἀποτελεσάντων. Ἐπ´ ὀλίγον οὖν ἀντισχόντες ἐνέκλιναν. καὶ πάντες σχεδὸν κατκόπησαν οὕτω δὲ τούτους τρεψάμενος ὁ Βάρδας, καὶ διὰ των αἰχμαλώτων μαθών ὡς καὶ οἶ λοιποὶ ἀκμῆτες ἄντες προσμένουσι συντεταγμένοι τὸν πόλεμον, τρέπεται τὴν ταχίστην πρὸς ἐκείνους. Ἄρτι δ´ ἐκεῖνοι τὸ τῶν Πατζινακῶν ἐγνωκότες ἁτύχημα κατεκλάσθησαν τὰς [υχς τῷ ἀδοκήτῳ τῆς συμφορᾶς. Ὅμως παρακαλέσαντες ἑαυτοὺς καὶ τοὺς ἐκ τῆς φυγῆς σκεδασθέντκς ἀνακαλεσάμενοι προσξάλλουσι τοῖς Ῥωμαίοις, οἱ μὲν ἱππεῖς προδραμόντες, οἱ δὲ πεζοὶ κατόπιν ἐρχόμενοι. Ὡς δὲ καὶ κατὰ τὴν πρώτην προσβολὴν ἀνκόπησαν οἱ ἱππεῖς τὰς ὁοκὰς ὑπὸ Ῥωμαίων ἀνυποστάτων φανέντων, ἐκκλίναντες εἰς τοὺς πεζοὺς συνηλάθησαν, Ἐκεῖσε δὲ πάλιν γενόμενοι· ἀνελάμβανον ἑαυτοὺς, καὶ τοὺς Ῥωμαίους προσέμενον ἐπερχομένους. Καὶ ἧν μὲν ἄχρι τινὸς ἡ μάχη ἀγγώμαλος, ἓως οὖ Σκύθης τις μεγέθει σώματος καὶ ἀνδρίᾳ ψυχῆς ἐπαιρόμενος, πῶν ἀλλων ὑπερπηδήσας, ἐπ´ αὐτὸν τὸν μάγιστρον φέρεται παριππεύοντα καὶ τὰς τάξεις παραθαῤῥύνοντα, καὶ ξίφει παίει κατὰ τοῦ κράνους. Τοῦ δὲ ξίφους παρολισθήσαντος ἄπρακτος ἐγένετο ἡ βολή, Τοῦτον δὲ ὁ μάγιστρος ξίφει παίει κατὰ τοῦ κράνους· βάρει δὲ τῆς χειρὸς καὶ βραφῇ τοῦ σιδήρου οὔτω γέγονεν ἐνεργὸς ἡ πλῆξις ὡς δίχα ὅλον διατμηθῆναι τὸν Σκόθην.