Ancient Greek
2.69
Georgius Cedrenus, Compendium Historiarum 2.69
Unproofread scanNot analysed yet
εἰς τὸ πρὸ τῆς πόλεως πεδίον παραγενόμενοι αἰνι δίως μηδὲν προσδοκῶσι τοῖς πολεμίοις ἐμπίπτουσι, καταλαμβάνουσι δὲ ἔξω τειχῶν τὴν ἐνόπλιον παιδείαν χυμναζομένους ἄνδρας εἰς ὀκτακισχιλίους καὶ πεντακοσίους ἀριθμουμένους, οἵτινες ἐπὶ χρόνον τινὰ ἀντισχόντες, εἶτα καταπονηθέντες ἔφευγον· καὶ οἱ μὲν ἀκλεῶς ἀνῃρέθησαν, οἱ δὲ εἰς τὴν πόλιν διασώζονται. Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, οἱ ἔνδον ὅντες τῆς πόλεως Σκόθαι, τὴν ἀπρόοπτον ἐπέλευσιν αἰσθόμενοι τῶν Ῥωμαίων καὶ τὴν πρὸς τοὺς σφετίρους συμπλοκὴν, ἕκαστος ὡς ὁ καιρὸς ἐδίδου τὸ προστυχὸν λακβάνοντες ὅπλον ἐξῄεσαν εἰς βοήθειαν. Οὓς σων αντῶντες οἱ Ῥωμαῖοι, ἀσύντακτον καὶ διεσπασμένην τὴν πορείαν ποιοῦντας, ἔκτεινον. Διὸ μηδ´ ἀντισχεῖν καὶ ἐπὶ μικρὸν χρόνον δυνηθέντες κΑίνουσιν εἰς φυγήν. Προδραμόντων δὲ τῶν Ἰππέων τῆς Ῥωμαίων φάλαγγος καὶ τὴν ἐς τὴν πόλιν φέρουσαι ἐπιπεικισάντων, ἀνὰ τὸ πεδίον ἐσκεδασμένοι φεύγοντες καὶ καταλαμβανόμενοι ἀνῃροῦντο, ὡς ἄπαντα τὰ ὁμαλὰ πληρωθῆναι νεκρῶν, ζωγρίας δὲ ἀλῶναι ἀριθμοῦ κρείττους. Σφάγελλος δὲ ὁ πάσης τῆς ἐν Περσθλάβᾳ στρατιᾶς ἐξηγούμενοστττετο δὲ δεύτερος μετὰ τὸν Σφενδοσθλάβον ἐν Σκύθαις, καὶ περὶ αὐτῆς, ὡς εἶκὸς, δείσας τῆς πόλως, τὰς πύλας ἀποκλείσας καὶ μοχλοῖς ἐξασφαλισάμενος ἄνεισιν εἰς τὸ τεῖχος, Ρ· θ] καὶ παντοίοις βέλεσι καὶ λίθοις τοὺς ἐπιόντας Ῥωμαίους ἡμόνετο. Νὺξ μὲν οὖν ἐπιγενομένη διέλυσε τὴν πολιορκίαν, ἕωθεν δὲ ὁ πρόεδρος Βασίλειος ἀνεφάνη μετὰ τοῦ κατόπιν παντὸς πλήθους· καὶ ὁ βασιλεὺς τῇ τούτου ἐλεύσει περιχαρὴς γενόμενος ἄνεισιν ἐπί τινος γεωλόφου, ὡς εἴη τοῖς πκύθαις καταφανὴς, τὰ δὲ πλήθη ἀς ταυτὸ συνελρόντα ἐκόκλουν τὴν πόλιν. Ὡς δὲ πολλὰ τοῦ βασιλέως παρακαλοῦντος ἐνδοῦναι τῆς ἐνστάσεως καὶ μὴ ἄρδην ἀπολωλέναι, οὐκ ἐπείθοντο κατιέναι τοῦ τείχους, θυμοῦ δικαίου πλησθέντες οἱ Ῥωμαῖοι εἴχοντο τῆς πολιορκίας, τόξοις τε τοὺς ἄνωθεν εἷργοντες καὶ κλί μακας τοῖς τείχεσι προσερείδοντες. Καί τις στρατιώτης γεννάδας, ἔίφος τῆ δεξιᾷ κατέχων καὶ τῇ λαιᾷ ἀνωθεν τῆς κεφαλῆς τὴν ἀσπίδα προβεβλημένος, πρῶτος διὰ μιᾶς τῶν κλιμάκων ἀναῤῥιχώμενος, καὶ τῇ μὲν ἀσπίδι τὰς βολὰς ἀποκρουόμενος, τῷ δὲ ξίφει ποὺς ἐπιόντας καὶ ωλύοντας ἀμυνόμενος, ἄνειαι διὰ τῶν ἐπάλξεων, καὶ τοὺς ἐκαεῖσε πάντας διασκεδάσας ἄδειαν ἀνόδου τοῖς κατόπιν παρέσν ετο· Ἀα μιμησάμενος ἄλλος καὶ αὖ ἄλλος καὶ πολλοὶ ἕτεροι ἀνῆλθον. Καὶ συνασπισμοῦ γενομένου οἱ Σκύθαι κατισχυόμενοι ἐαυτοὺς ἀπὸ τῶν τειχῶν κατεκρήπέρων