Ancient Greek
2.73
Georgius Cedrenus, Compendium Historiarum 2.73
Unproofread scanNot analysed yet
καταλαμβανόμενοι ἀνῃροῦντο. Ὁ δὲ Σφενδοσθλάβος νυκτὸς ἐπιγενομένης διώρυγι βαθείᾳ τὸ τῆς πόλεως ἀστεφάνωσε τεῖχος, [Ο] ἵνα μὴ εὐχερῶς ἔχοιε οἱ Ῥωμαῖοι μεθ´ ὁρμῆς τῶ τῆς πόλεως τείχει προσπελάζειν. Καὶ οὕτω τὴν πόλιν ἀσφαλισάμενος ἔγνω δεῖν εὐψυγότατα τὴν πολιορκίαν προσδέχεσθαι. Ἐπεὶ δὲ τὸ πλέον τῆς στρατιᾶς διέκειγτο κακῶς ἀπὸ τῶν τραυμάτων, συνεπελάμβανε δὲ καὶ λιμὸς ἧδη τῶν ἀναγκαίων δαπανηθέντων αὐτοῖς, και μηδ´ ἔξωθεν τὰ πρὸς χρείαν συνεχωροῦντο αὐτοῖς εἰσκομίζεσθαι παρὰ τῶν Ῥωμαίων, νύκτα βαθεῖαν καὶ ἀσέληνον ἐπιτηρήσας ὁ Σφενδοσολάβος, καθ´ ἡν ὁετός τε ῥαγδαῖος ἐξ οὐρανοῦ κατηνέχθη καὶ χάλαζα φοβερὰ ἐπεῤῥάγη καὶ βρονταὶ καὶ ἀστραπαὶ φρικωδέσταται μονοξόλοις ἐμβὰς μετὰ δισχιλίων ἀνδρῶν ἔξεισιν εἰς ἐπισιτισμόν. Συλλεξάμενοι δὲ βοῶν πόρηκεν ἕκαστος σῖτον καὶ κέγχρον καὶ εἶδη ἄλλα συνεκτικὰ τῆς ζωῆς, ἀνήγοντο διὰ τοῦ ποταμοῦ τοῖς μονοέὺλοις εἰς τὸ Δορόστολον. Ἐν δὲ τῷ ἀναπλεῖν θεασάμενοι κατὰ τὸ χεῖλος τοῦ ποταμοῦ θεράποντας οὐκ ὁλίγους τῶν στρατιωτῶν, τοὺς μὲν ἵππους ποτίζοντας τοὺς δὲ γορτολογοῦντας, ἀλλους δὲ καὶ ξολεύοντας, ἀποβάντες τῶν πλοίων διὰ τῆς ὕλης ἀψοφητὶ βαδίζοντες ἀδοκήτως ἐκ τοῦ ἀφανοῦς ἐμπίπτουσιν αὐτοῖς, καὶ πολλοὺς μὲν τούτων ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ἐπὶ τὰς πλησίον λόχμας σκεδασθῆναι ἡνάγκασαν. Αὖθις δʹ εἰς τάς σκάφας ἐμβάντες καὶ οὐρίῳ φερόμενοι πνεύματι πρὸς τὸ Δορόστολον φίρονται. Τοῦτο δὲ γνωσθὲν εἰς μεγάλην ἀνίαν ἐμβάλλει τὸν βασιλέα, καὶ τοὺς ἀρχηγοὺς τοῦ στόλου ἐν ατίᾳ μεγάλῃ ἔσχεν, ὅτι μὴ ἐπήσθοντο τοῦ ἐκ Δοροστόλου τῶν βαρβάρων ἀπόπλου· ἐπηπείλησε δὲ καὶ θάνατον αὐτοῖς, εἰ ἔτι ἄπαξ λάφῃ τοιοῦτόν τι γενίσθαι. Καὶ οἱ μὲν τὰς παρ´ ἑκάτερα ὅχοας τοῦ ποταμοῦ ἐτήρουν ἐπιμελῶς, ὁ δὲ βασιλεὺς ἐφ´ ὅλας πέντε καὶ ἑξήκοντα ἡμέρας τῇ πολιορκίᾳ ρησάμενος, καὶ καθ´ ἐκάστην πολεμῶν καὶ μὴ ἀνιεὶς. δέον ἐνόμισε διὰ προσεδρείας καὶ λιμοῦ ἀποπειρᾶσθαι τῆς πόλεως. Διὸ καὶ πάντοθεν τάρφοις τὰς ὁδοὺς ἀποκλείσας καὶ φύλωκας ἐπιστήσας αὐταῖς, ὡς μή τις ἐξίοι τὰ πιτήδεια κομίσων, ἐκάθητο ἡρεμῶν. Καὶ τὰ μὲν ἐν Δοροστόλω ἐφέρετο τῇδε. Αέων δὲ ὁ κουροπαλάτης καὶ Νκηφόρος ὁ τούτου παῖς, δοκήσει μὲν, ὡς εἶπομεν ἔμπροσθεν. πηοωλέντες, ἔτι δ´ ἀσινεῖς τὰς ὁράσειις ἔχοντες, εἰς τυραννίδα καὶ αὖθις παρεσκευάζοντο, πολλοὺς τῶν ἐν τῇ πόλει καὶ τῶν ἐν τοῖς βασιλείοις φρουρῶν ὑποφθείραντες. Καὶ ἐπεὶ τὰ κατὰ γνώμην αὐτοῖς ἀπηρτίσθη, πλοῖον μισθωσάμενοι καὶ ἐν αὐτῷ ἐμβάντες ἀπαίρουσι τῆς νήσου ἣν οἰκεῖν κατεκρθησαν, καὶ πρὸς τὴν ἀντίπορθμον τῆς πόλεως ἥπειρον γίνονται κατὰ τὸ προἀστειον ὃ κατονομάζουσι Πηλαμόδιον, ἐκεῖθεν δὲ περὶ πρώτας ἀλεκτρυόνων ψδὰς ἐπὶ τὸ Βυζάντιον ἔρχονται, Ἑνὸς δὲ τῶν συνιστόρων δῆλον θεμένου τὸ ἔργον Λοντι τῷ δρουγγαρίῳ τοῦ στόλου, τὴν φυλακὴν ἐπιτετραμμένῳ τῶν βασιλείων σὺν βασιλείῳ τῷ ῥαίκτωρι, [Ρ. θ ὁ δὲ δύναμιν ἀξιόχρεων ἐπὶ κατασχέσει τοῦ κουροπαλάτου καὶ τοῦ παιδὸς αὐτοῦ ἐκπέμπει. Ὅπερ οὖτοι μαθόντες εἰς τὴν Μεγάλην καταφεύγουσιν Ἐκκλησίαν· ἐκεῖθεν δὲ ἀποσπασοέντες εἰς τὴν Πρώτην νῆσον ἐξαπεστάλησαν, κἀκεῖσε τοὺς ὀφθαλμοὺς ἐξωρύχθησαν.