Ancient Greek
2.85
Georgius Cedrenus, Compendium Historiarum 2.85
Unproofread scanNot analysed yet
διαβαίνειν, καθοπλίσαντες οἱ περὶ τὸν Βούρτζην τοὺς ἀμφ´ αὐτοὺς, τὸ δ´ αὐτὸ τοῦτο καὶ οἱ τοῦ πρωτοβεστιαρίου πεποιηκότες, μάλα ὁρμητικῶς πρὸς τὴν μάχην ἐχώρουν· προύκειτο γὰρ ἐκατέροις ὧσπερ τις ἄθλος ὁ παρὰ τῶν Σαρακηνῶν κομιζόμενος χρυσός. Καὶ ἐπείπερ ἤγγισαν, συμπεσόντες ἐμάχοντο. Τρέπεται γοῦν ὁ Βούρτζης, καὶ πολλοὶ τῶν σὺν αὐτῷ ἀπώλοντο, καὶ μᾶλλον τῶν Ἀρμενίων· πάντας γὰρ τοὺς ἀλόντας τῶν Ἀρμενίων ἀπέσφαττον οἱ Ῥωμαῖοι, μὴ λαμβάνοντες οἶκτον διὰ τὸ πρώτους προσχωρῆσαι τῷ ἀποστάτῃ. Ἀγγελθείσης δὲ τῆς ἥττης ὁ Βάρδας καιρὸν ἀναβολῆς μὴ δεδωκώς, ἀγείρας τοὺς ἀμφ´ αὐτὸν ὑπήντα διὰ ταχέων, καὶ κατά τινα τόπον Ῥαγίας ὀνομαζόμενον γενόμενος στρατοπεδεύεται, ἐπιτήδειον μάχης καιρὸν ἐκζητῶν. Χρονοτριβούντων δὲ τῶν βασιλικῶν τανιμάτων ὁ τῆς μάχης καιρὸς παρετείνετο καὶ πολ λαὶ τῶν ἀποστατῶν τῆς προηγησαμένῃ ἡττῃ σεσαλευμένοι τῷ πρωτοβεστιαρίῳ προσίτρεχον. Ὅσον μὲν οὖν σφριγῶν ἦν ἐν τῇ στρατιᾷ τοῦ βασιλέως καὶ ἀπειροπόλεμον, τῇ ἐξ ὁπογύου γαυρούμενον νίκῃ ὥργα πρὸς συμπλοκὴν, οἱ γηραιότεροι δὲ καὶ κατοΑλημένοι τοῖς ἀγῶσιν ὥκνουν καὶ ἀνοδύοντο τη» μάχην [Φ θΟ Ἀλλ´ ἐπεὶ κατὰ τὸν εἰπόντα, «Ταχεῖα πειθὼ τῶν κακῶν ἀκολουθεῖ,» πείθεται τοῖς νεωτέοοις καὶ ὁ πρωτοβεστιάριος, καὶ τὸ ἐνυάλιον σημήνας ἐξάγει τὰ στρατεύματα πρὸς τὴν μάχην, Καὶ ὁ Βάρδας δὲ τριχῆ διελὼν τὸν οἰκεῖον στρατὸν τὸ μὲν μέσον εἶχεν αὐτός, τοῦ δεξιοῦ δὲ κέρως Κωνσταντῖνον τὸν ἀδελφὸν, τοῦ δ´ εὐωνύμου Κωνσταντῖνον τὸν Γαβρᾶν ἄρχειν ἐπέστησε. Συμβολῆς δὲ γενομένης καὶ τῶν περὶ τὰ κέρατα στρατηγῶν τὴν ἵππον ἐπισεισάντων τοῖς ἀναντίοις, μὴ ἐνεγκόντες τὴν βόμην οἱ περὶ τὸν πρωτοβεστιάριον τρέπονται, καὶ γίνεται φόνος πολύς. Ἐνταῦθα καὶ Ἰωάννης ἔπεσεν ὁ πατρίκιος καὶ ὁ στρατοπεδάρχης Πότρος καὶ ἄλλοι πολλοὶ τῶν διαφανῶν. Ἐάλω δὲ καὶ ὁ πρωτοβεστιάριος μεθ´ ἐτέρων ἀνδρῶν ἀρχικῶν. Τὸν μὲν οὖν πρωτοβεστιαριον φρουρεῖσθαι προσέταξε, Θεοδώρου δὲ καὶ Νικήτα τῶν αὐταδέλφων τῶν Ἀγιοζαχαριτῶν ἐπ´ ὅψει παντὸς τοῦ στρατεύματος ἐξορύττει τοὺς νφθαλμοὺς ὡς παραβάντων τάχα τοὺς ὅρκους οὕς πρὸς αὐτὸν ἔθεντο καὶ τῷ πρωτοβεστιαρίῳ προσχωρησάντων. Ἐκ ταύτης τῆς νίκης τὰ μὲν τοῦ Βάρδα ὑψοῦτο καὶ ἐπὶ μέγα ἤρετο, πάντων, ὡς εἰπεῖν, μικρῶν καὶ μεγάλων προσρυίσκομένων αὐτῷ, τὰ δὲ τοῦ βασιλέως ἐπὶ μιᾶς ἐσάλευεν, ἱερᾶς μέντοι ἀγκύρας, τῆς τοῦ θεοῦ βοηθείας, Ὁ δὲ παρακοιμώμενος ἐφρόντιζε μὲν καὶ τῶν κατὰ χέρσον, πλέον δ´ ἐμερίμνα τῶν κατὰ θάλατταν· ἐλύπει γὰρ αὐτὸν ὁ τοῦ ἐναντίου κατἀρχων στόλου, Κιχαήλ ὁ Κουρτίκιος, πᾶσαν μὲν νῆσον πεπορθηκὼς, ἤδη δ´ ἐπίδοέος ὤν καὶ τὴν ἐν Ἑλλησπόντῳ πολιορκεῖν Ἄβυδον. Οὐκοῦν καὶ στόλον ἐξαρτυσάμενος μάλα καλῶς ἐκπέμπει κατὰ τοῦ Κουρτικίου, ναύαρχον ἔχοντα Θεόδωρον πατρίκιον τὸν Καραντηνόν. Ουτος δ´ ἐκπλεύσας καὶ τὰ στενὰ διαβὰς τοῦ Ἑλλησπόντου κατὰ Φώκαιαν τῷ Κουρτικίῳ προσρήγνυται, καὶ γενομένης καρτερᾶς ναυμαχίας σἱ περὶ τὸν Κουρτίκιον τρέπονται καὶ σκεδάννυνται, καὶ λοιπὸν θαλασσοκρατήσαντος τοῦ Καραντηνοῦ τὴν ἐπεχειρίαν ἔσχε τὰ τῆς θαλάσσης. Ἡδη δὲ τῶν κατὰ δάλατταν ἐχόντων καλῶς ὁ παρακοιμώμανος τῶν κατὰ