Ancient Greek
2.86.9 to 2.86.13
Georgius Cedrenus, Compendium Historiarum 2.86.9-13
Unproofread scanNot analysed yet
Ο δὲ παρακοιμώμενος τοῖς ὅλοις ἀπορηθεὶς δη γὰρ ὁ Σκληρὸς ἐπλησιάζε τῇ βασιλίδι] μίαν ἐγνώκει βοήθειαν ἀποχρῶσαν, Βάρδαν τὸν Φωκᾶν μεταπέμψασθαι τῆς ὑπερορίας, μόνον ἀξιόμαχον οἰηθεὶς τοῦτον ἀντίπαλον ἔσεσθαι τῷ Σκληρῷ. Λόγου δὲ θᾶττον μεταπεμψάμενος καὶ ὅρκοις ἀσφαλισάμενος, καὶ πλοῦτον παρεσχηκὼς δαψιλῆ καὶ τῷ τῶν μαγίστφων ἀξιώματι τιμήσας, δομέστικον προχειρίζεται τῶν σχολῶν καὶ κατὰ τοῦ Σκληροῦ ἀφίησιν. Ὁ δὲ τὸν ὑπὲρ τῶν ὅλων ἀναδεξάμενος ἀγῶνα πρῶτον μὲν ἐπεχείρησεν ἀπὸ Θρῴκης περαιωθῆναι εἰς Ἄβυδον· φυλάττοντος δὲ τὰ ἐν Ἑλλησπόντῳ χωρία Ῥωμανοῦ τοῦ υἱοῦ τοῦ Σκληροῦ, ἀποκρουσθεὶς ἐκεῖθεν ἐπἀνεισιν εἶς τὴν βασιλίδα, ἀκεῖθέν τε πλοίου ἐπιβὰς καὶ τοὺς ἐναντίους λαθὼν πρὸς τὴν ἀντίπορθμον γόνεται γῆν, καὶ νυκτοπορίαις χρησάμενος ἄπεισιν εῖς Καισάρειαν, ἐκεῖσέ τε Εὐσταθίῳ μαγίστρῳ τῷ αλεῖνῳ καὶ Μιχαὴλ μαγίστρῳ τῷ Βούρτζῃ συμμίξας φασε γὰρ καὶ αὐτὸς ἐκ μετανοίας τὰ τοῦ βασιλέως πάλιν ἑλέσθαι μετ´ αὐτῶν πρὸς πόλεμον ἐξηρτύετο Καὶ ὅὴ λαὸν ὡς ὁ καιρὸς ἐδίδου ἀθροίσας, καὶ τοὸς ἐκ τῆς φυγῆς ἐσκεδασμένους ἀλίσας, πρὸς τὸ Ἀμώριον γίνεται. Καὶ ὁ Σκληρός δὲ τὴν τούτου ἔξοδον ἀκηκοὼς, καὶ νῦν πφῶτον οἰηθεὶς τὸν ἀγῶνα ἔσεσθαι αότῷ πρὸς ἄνδρα πολεμιστὴν καὶ φέρειν εἰδότα γειναίως καὶ ταπτικῶς τὰς πολεμίους στροφάς, καὶ