Ancient Greek
2.98
Georgius Cedrenus, Compendium Historiarum 2.98
Unproofread scanNot analysed yet
κθεῖν φοβηθέντες καί τινες τῶν ἐκ τῆς Ἀδριανουπόλεως ἱλλούστριοι καὶ στρατηγικαῖς ἀρχαῖς διαπρέψαντες διὰ τὸ ὑποπτούεσθαι τῷ Σαμουὴλ προσεῤῥύησαν, ὁ μὲν Βατάτζης πανοικὶ, μόνος δὲ Βασίλειος ὁ Γλαβᾶς· οὖ τὸν υἱὸν ὁ βασιλεὺς καθεῖρξε καὶ ἐπὶ τρεῖς ὅλους ἐνιαυτοὺς κατεῖχεν, εἶτα ἀπέλυσε. Τότε καὶ τῷ ἄρχοντι Βενετίας γυναῖκα νόμιμον ἔδωκεν ὁ βασιλεὺς τὴν δωγατέρα τοῦ Ἀργυροῦ, ἀδελφήν δὲ Ῥωμανοῦ τοῦ μετὰ ταῦτα βασιλεύσαντος, τὸ ἔθνος οὕτως ὑποποιούμενος. Ἐποιήσατο δὲ καὶ εἰσβολὴν ἐν Βουλγαρίᾳ διὰ φιλιππουπόλεως ὁ βασιλεὺς, ταύτην φρουρεῖν τάξας τὸν πατρίκιον Θεοδωροκάνον. Καὶ πολλα τῶν ἐν Τριαδίτζῃ φρουρίων καταστρεψάμενος ἑπσνῆλθεν εἰς Μοσυνόπολιν. Τῷ δὲ ϛφη´ ἔτει, ἰνδικτιῶνος γ, δύναμιν βαρεῖαν ἐκπέμψας ὁ βασιλεὺς κατὰ τῶν πάραν τοῦ Αῖμου Βουλγαρικῶν κάστρων, ἀρχηγοὺς ἔχουσαν τὸν πατρίκιον Θεοδωροκάνον καὶ Νικηφόρον πρωτοσπαθάριον τὸν Ξιφίαν, τήν τε μεγάλην εἶλε Περσθλάβαν καὶ τὴν μικρὰν καὶ τὴν Πλίσκοβαν, καὶ ἀσινὴς καὶ τροπαιοῦχος ὴ Ῥωμαικὴ ὑπενόστησε δύναμις. Τῷ δ´ ἐπιόντι πάλιν ἔτει ἄπεισι κατὰ Βουλγάρων ὁ βασιλεὺς διὰ Θισσαλονίκης, καὶ προσεῤῥύη αὐτῷ Λοβρομηρὸς ὁ τῆς Βεῤῥοίας κατάρχων, παραδοὺς καὶ τὴν πόλιν τῷ βασιλεῖ καὶ ἀνθύπατος τιμηθείς. Ὁ δὲ τὰ Σέρβία φυλάττων Νικόλαος, ὅν Νικολιτζάν ἄποκοριζόμενοι διὰ τὸ βραχὺ τῆς ἡλικίας ἐκάλουν, ἐκθύμως ἀντεῖχε καὶ τὴν ἐπενηνεγμένην αὐτῷ γογηθότως ὑπέφερε πολιορκίαν. Φιλοτίμως δὲ τοῦ βασιλέως χρησαμένου αὐτῷ ἥλω τὸ φρούριον καὶ αὐτὸς ὁ Νικολιτζᾶς· καὶ μετοικίσας ἐκεῖθεν τοὺς Βουλγάρους ὁ βασιλεὺς Ῥωμαίους φυλάττειν ἐπέστησε. Καὶ ταῦτα δράσας ἐπάνεισι πρὸς τὴν βασιλίδα, ἐπαγόμενος μεθ´ ἑαυτοῦ καὶ τὸν Νικολιτζᾷν, ὅν καὶ κατρικιότητι ἐτίμησεν. Ἀλλ´ ἀβεβαίου γνώμης, αὐτὸς τυχών, ἐκεῖθεν ἀποδρὰς, ἔλαθεν ἀνασωθεὶς κρὸς τὸν Σαμουήλ, καὶ μετ´ αὐτοῦ ἐλθὼν ἐπολιόρκει τὰ Σέρβια. Ἀλλὰ πάλιν ὁ βασιλεὺς ὀξὺς ἑπιφανεὶς τὴν τῆς πόλεως ἔλυσε πολιορκίαν, δρασμῷ χρησμνου τοῦ Νικολιτζά σὺν τῷ Σαμουχλ. Ἀλλ´ οὐκ εἰε, τέλος διέδρα ὁ ἅπιστος· λόχῳ γάρ τινι Ῥωμαῖκῷ περιπεσὼν συνολήφθη, καὶ πρὸς τὸν βασιλέα δέσμιος χθεὶς εἰς φυλακὴν ἐνεβλήθη ἀν Κωνσταντινουπόλει κεμφοείς. Ὁ δὲ βασιλεὺς ελθὼν εἰς Θετταλίαν τὰ ἓν αὐτῇ φρούρια ἤδη παρὰ τοῦ Σαμουὴλ κατασκαφίντα ἀνωρθώσατο, καὶ τὰ παρὰ τῶν Βουλγάρων κατεχόμανα ἐκπολιορκήσας τοὺς μὲν [Τθὄ] Βουλγάρους ἰς τὸν λεγόμενον μετῴκισε Βολερὸν, φρουρὸν δὲ ἐν κᾶσι καταλιπὼν ἀξιόμαχον ἐπανῆλθεν εἰς τὰ λεγόΚμενα Βοδηνά· φρούριον δὲ τὰ Βοδηνὰ ἐπὶ πέτοας κἀκεῖσε πάλιν ὑποδυόμενον. Καὶ ἐπεὶ μὴ ἐκουσίως παρεδίδοσαν ἑαυτοὺς οἱ ἕνδον, πολιορκίᾳ τοῦτο κατέσχε. Καὶ τούτους ὁμοίως εἰς τὸν Βολερὸν ἀποικίσας, φρουρᾷ δὲ τοῦτο ὀχυρωσάμονος ἀξιολόγῳ, ἐπάνεισιν εἰς Θεσσαλονίκην.