Ancient Greek
433
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 433
Unproofread scanNot analysed yet
τῷ Καμουλιανῷ, ἔδεῖν εἴ τὴν γυναῖκα ἀδικεῖ τὸ καινουργηθὲν οἴκημα· οἶ καὶ ἀπελθόντες, καὶ Θεασάμενοι τὴν τοιαύτην ἀδικίαν, καὶ βεβαιωθέντες ὡς ἀληθῆ εἰσι τὰ παρὰ τῆς γυναικὸς ῥηθέντα ὑπο στρέψαντες ἀνήγγειλαν τῷ βασιλεῖ. Καὶ ἐπ´ ὄψεσι τοῦ βασιλέως ἐλεγχθεὶς παρ´ αὐτῶν ὁ αὐτὸς Πετρωνᾶς, ἐκδυθεὶς ἐν τῷ μέσῳ τῆς ὁδοῦ τύπτεται τὰ νῶτα σφοδρῶς. Ὡρίσθη δὲ ὅ τε κυαίστωρ καὶ οἱ ἀντιγραφεῖς ἀπελθεῖν καὶ ἐκ θεμελίων ἐκδαφίσαι τὰ τοιαῦτα οἰκοδομήματα καὶ τῇ γυναικὶ παραδοῦναι ζʹ. Οὕτος Ἀλέξιον τὸν Ἀρμένιον, ᾧ ἐπίκλην Μω σηλὲ, ἀνδρεῖον ὄντα καὶ ῥωμαλέον εἰσεποιήσατο γαμβρὸν εἰς Μαρίαν τὴν ἠγαπημένην αὐτῷ θυγατέρα, ποιήσας αὐτὸν πατρίκιον, μετ´ ὀλίγον δὲ καὶ μάγιστρον. Εἶτα ὑπολήψεις τινὰς ἐπ´ αὐτῷ σχὼν ὡς τῆς Σικελίας ἐξέπεμψεν. Οἷα δὲ φθόνου ὠδίνοντος, Σικελοί τινες ἀνελθόντες διέβαλλον τοῦτον βασιλεῖ ῆς Τὰ μέν τῶν Χριστιανῶν Σαρακηνοῖς προδί· δωσι, κατὰ δὲ τῆς βασιλείας σου μελετᾷ. Ἐν δὲ τῷ μεταξὺ τεθνηκυίας Μαρίας τῆς πεποθημένης τῶ βασιλεῖ θυγατρὸς, τὴν μὲν λάρνακα [. ὅΤ ταύτης ἐξ ἀργύρου ἐκόσμησε, καὶ τόμον ἐλευθερίας τοῖς προσφεύγουσιν ἐπ´ ἐγκλήματί τινι τέθεικεν· ὅνπερ ἄργυρον μετὰ ταῦτα Λέων ὁ βασιλεὺς ἀνείλετο ἐκ τοῦ τάφου. ϛʹ. Ὁ δὲ Θεόφιλος Θεόδωρον τὸν ἐπίσκοπον τὸν λεγόμενον Κρίθινον ἐν τῶ καιρῷ τῆς διαβολῆς Ἀλεξίου ἐν τῇ πόλει τυχόντα προσκαλεσάμεν ο, καὶ δοὺς τὸ ἴδιον φυλακτὸν, ἀπέστειλεν εἰς Σικελίαν δοῦναι λόγον ἀπαθείας τῷ Ἀλεξίῳ καὶ ἀγαγεῖν ἐν τῇ πόλει πρὸς αὐτόν. Ὁ δὲ ἀπελθὼν καὶ τῇ προσούσῃ αὐτῷ συνέσει πείσας Ἀλέξιον ἤγαγε πρὸς τὸν βασιλέα. Ὃν ὀ βασιλεὺς ὡς ἀντάρτην τύψας ἔθετο ἐν τῷ δεσμωτηρίῳ, δημεύσας πᾶσαν τὴν περιουσίαν [. . .] ἀνέθηκεν Ἀλεξίῳ εἰπὼν, ὅΤ Δι ἐμοῦ πάντα πέπονθας τὰ δεινά. Καὶ τοῦ βασιλέως κατὰ τὸ ἔθος εἰς Βλαχέρνας ἀπελθόντος προλαβὼν ἔστη ἔνδοθεν τοῦ θυσιαστηρίου ὁ ἀρχιεπίσκοπος, ἱερατικὴν στολὴν ἠμφιεσμένος· καὶ τοῦ βασιλέως τῇ σωλέᾳ πλησιάσαντος ἅμα τῇ συγκλήτῳ φωνῇ μεγάλῃ ἐφώνησεν ὁ ἀρχιεπίσκοπος· ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε ἔνεκεν τίνος, ὥ βασιλεῦς Αἰδεσθεὶς οὖν ὁ βασιλεὺς τῇ συγκλήτῳ ἔφη· Ἔνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης. Ὁ δέ· Καὶ ποία δικαιοσύνη ἐν σοὶ, δτι δούς ὑπόγραφον λόγον Ἀλεξίῳ δι´ ἐμοῦ οὐκ ἐφύλαέας τοῦτο; Ὁ δὲ βασιλεὺς ὡς ἐλεγχθείς τοῦ τον τοῦ θυσιαστηρίου βιαίως ἐξήγαγεν, καὶ πληγὰς αὐτῷ οὐ μετρίας ἐπιθεὶς ἐξώρισεν, οὐ διὰ τὸ ἐλεγχθῆναι ὑπ´ αὐτοῦ μόνον, ἀλλὰ καὶ διὰ τὸ μαθεῖν αὐτὸν τὰς ἁγίας εἰκόνας τιμᾶν καὶ σέβεσθαι, καὶ τὴν αὐτοῦ δυσσέβειαν διαβάλλειν. Μετ´ οὐ πολὺ δὲ ἐν τῇ Μεγάλῃ ἐκκλησίᾳ παραγινομένου, καὶ τοῦ πατριάρ. χου αὐτὸν ὀνειδίσαντος, αὐτὸν τὸν ἀρχιεπίσκοπον ἤγαγε μετὰ παρακλήσεως. Τοῦ δὲ ἀνάξιον ἑαυτὸν