Ancient Greek
438
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 438
Unproofread scanNot analysed yet
χέρναις, καθὰ εἴθιστο, ὑπάντησεν αὐτῷ τις προσελθών καὶ λέγων ὅτι Ὁ ἵππος ᾧ ἐποχεῖται ἡβασιλεία σουέμός ἐστιν. Τοῦ δὲ ἵππου σκιρτῶντος διὰ τὸ αἰφνιδίως προσιέναι, καὶ τοῦ βασιλέως τοῦτον κατασχόντος, τὸν κόμητα τοῦ στάβλου ἐπηρώτησεν ὁ βασιλεὺς, Τίνος ἐστὶν ὁ ἵππος; Ὁ δὲ ἔφη· Ὁ κόμης τοῦ ὀψικίου ἀπέστειλεν αὐτὸν τῇ βασιλείᾳ σου. Τούτου δὲ ἐν τῇ πόλει εὑρεθέντος, τῇ ἐπαύριον ἀγαγὼν αὐτὸν ὁ βασιλεὺς καὶ τὸν προσελθόντα αὐτῷ ἔφη· Εἰπὲ τὸ ἀληθὲς, τίνος ἑστίν ὁ ἵππος; Ὁ δ´ ἀποκριθεὶς εἶπεν, ὅτι Ἐμὸς ἡν, καὶ ἀποστείλας Δ στρατηγὸς ἀνελάβετο αὐτὸν βιαίως ἀπ´ ἐμοῦ, μήτε τίμημά μοι δοὺς μήτε ἀξίωμα. Εἶπε δὲ πρὸς τὸν κόμητα ὁ βασιλεὺς, Εἰπὲ εἰ οὕτως ἔχει, καὶ διὰ τί μὴ ἀποκόψας περὶ τοῦ ἵππου ἀπέστειλάς μοι αὐτόν. Ὁ δὲ ἔφη ὅτι· Ἐπεζήτει γενέσθαι σχολάριος· ἐγὼ δὲ μὴ εἰδὼς ὅτι ἀνδρεῖός ἐστιν παρεῖχον αὐτὸν νομίσματα ἐκατόν· ὁ δὲ οὐκ ἔλαβεν αὐτά. Ὁ δὲ βασιλεὺς ἔφη· Καὶ διὰ τί μὴ ἀποκοπὴν τελείαν μετ´ αὐτοῦ ποιησάμενος ἀπέστειλάς μοι τὸν ἵππον; Καὶ ἐρευνήσαντος τοῦ βασιλέως, καὶ πληροφορηθέντος ὡς βιαίως αὐτὸν ἀφείλατο, τὸν μὲν στρατηλάτην τοῖς προσήκουσι μαγγλαβίοις ἐσωφρόνισε, τῷ δὲ προσελθόντι αὐτῷ ἀπέστρεψε τὸν ἴππον. Ὁ δὲ τοῦτον οὐκ ἠβουλήθη λαβεῖν, ἔλαβε δὲ ὁπὲρ αὐτοῦ λίτρας δύο, ὁρισθέντος καὶ τοῦ στρατηγοῦ δοκιμάσαι αὐτὸν, καὶ εἰ ἀνδρεῖός ἐστι, ποιήσαι αὐτὸν σχολάριον. Τοῦ [Ρ. ὅ] δὲ εἰς πόλεμον ἀπελθόντος, ἐν τῇ συμβολῇ ὡς δειλὸς ἐν τοῖς φεύγουσιν εὑρεθείς κατεσφάγη ὑπὸ τῶν πολεμίων. κρʹ. Γεγονότος δὲ τοῦ βασιλέως εἰς πρόκενσον ἐν τῷ Βρύαντι, ἦλθεν αὐτῷ μήνυμα παρὰ τοῦ στρατηγοῦ τῶν ἀνατολικῶν ὡς ὅτι ὁ πρωτοσύμβουλος ἐξελθὼν μετὰ πλήθους ἐκπορθήσων ἀπέρχεται τὸ Ἀκόριον. Ὁ δὲ τὰ νενομισμένα τῷ στρατῷ καὶ τοῖς ἄρχουσι ποιῆσαι συντόμως μέχρι Καππαδοκίας ἐξῆλθεν. Ὁ δὲ Ἀμερουμνῆς ἀποχωρίσας πεντήκοντα χιλιάδας λαοῦ, καὶ τὸν Σουδαῆ, ὀνομαστότατον ἐν τοῖς Ἀγαρηνοῖς ὄντα ἐπί τε ἀνδρίᾳ καὶ φρονήσει, δοὺς αὐτοῖς κεφαλὴν, ἀπέστειλε κατὰ τοῦ βασιλέως. Συμβαλόντες δὲ πόλεμον, ἡττηθεὶς ὁ Βασιλεὺς Κφυγεν καὶ μετ´ αἰσχύνης ὑπέστρεψεν μόλις διασωθείς. Ὁ δὲ ἀμερουμνῆς ἀπελθὼν μετὰ δυνάμεως πολλῆς περιεχαράκωσε τὸ Ἀμόριον, καὶ πολέμους πολλοὺς ποιήσας οὐκ ἴσχυσεν αὐτὸ ἐκπορθῆσαι, γενναίως καὶ σταθερῶς ἀγωνιζομένων τῶν ἔνδοθεν. Μαθητὴς δέ τις Λέοντος τοῦ φιλοσόφου ἦν ἐν τῷ κάστρῳ, καὶ βουληθέντος οὗ προσχωρῆσαι τῷ Ἀμερουμνῇ, διά τινος ἐμήνυσεν αὐτῷ ὁ ἀστρονόμος ὅτι Εἰ προσκαρτερήσῃς δύο ἡμέρας τῷ κάστρῳ, ἐκπορθεῖς ἡμᾶς. Ὃ καὶ γέγονεν· προεδόθη γὰρ ὑπό τε τοῦ λεγομένου Βοῖδίτζῃ καὶ τοῦ Μανικοφάγου. Κατεσχέθησαν τῶν ὀνομαστῶν ἄνδρες οὐκ ἀγενεῖς ἀπελθόντες ἐν Συρίᾳ αἰχμάλωτοι, Θεόφιλος ὁ πατρίκιος καὶ στρατηγὸς, ὅ τε Μελισσηνὸς, καὶ Ἀέτιος, καὶ Θεόδωρος πρωτοσπαθάριος, εὐνοῦχος ὁ Κρατερὸς, καὶ