Ancient Greek
441
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 441
Unproofread scanNot analysed yet
καὶ ἀργύριον καὶ προάστεια, ἐπονοάσας αὐτὸν τὰ Θεοφίλου. [αθ] κθʹ. Πρὸ δὲ τῆς αὐτοῦ τελευτῆς ὁ θεομισὴς οὗτος βασιλεὺς βουλὴν μυστικὴν ποιησάμενος μετὰ τῶν ὁμοφρόνων αὐτοῦ περὶ Θεοφόβου τοῦ Πέρσου, ὡς ἔτι πολλὴν ἀγάπην καὶ πίστιν ἔχουσιν εἰς αὐτὸν´ ν οἵ τε ὑπ´ αὐτὸν Πέρσαι καὶ τῶν ἐν τέλει οὐκ ὀλίγοι, καὶ μή πως ἐμοῦ τελευτήσαντος μελετήσωσι τυραννίδα κασά τε τοῦ ἐμοῦ παιδὸς νηπίου ὄντος καὶ τῆς γυναικὸς, ἀνήγαγε Θεόφοβον εἰς τὸ παλάτιον καὶ εἶκε Κμετ´ αὐτοῦ. Βαρηθεὶς δὲ ἐκ τῆς νόσου καθεῖρξε Θεό. φοβον ἐν ταῖς καμάραις τοῦ Βουκολέοντος, Τῶν δὲ´ Περσῶν ἐπιζητούντων αὐτὸν τί ἄρα γέγονεν, ἀπο στείλας ἐν τῇ νυκτὶ ὁ βασιλεὺς Πετρωνᾶν τὸν τῆς Αὐγούστης ἀδελφόν σὺν τῷ λογοθέτῃ ἀπέτεμε τὴν κεφαλὴν τοῦ Θεοφόβου. Ἔπεισαν δὲ οὗτοι τοὺς Πέρσας ώς μετὰ τοῦ βασιλέως ἐστὶν ἐν τῷ παλατίῳ. Τοῦ δὲ βασιλέως δυσεντερίας νόσῳ τὴν ψυχὴν κακῶς ἀποῤῥήξαντος ἀπεκομίσθη τὸ δύστηνον αὐτοῦ σῶμα εἰς τοὺς ἁγίους Ἀποστόλους. Τὸ δὲ σῶμα τοῦ Θεοφόβου διὰ τοῦ Βουκολέοντος ἐξαγαγόντες λαθραίως διέσω. σαν πλησίον τὰ Ναρσοῦ, ἐν τῇ νῦν λεγομένῃ τῆς Θεοφοβίας, καὶ τοῦτο ἐκεῖσε κατέθηκαν. ΒΑΣΙΛΕΙΑ ΜΙΧΑΗΛ ΜΕΤΑ ΘΕΟΛΟΡΑΝ ΤΗε ΑΙΤ ΤΡΟΣ ΑΥΤΟΥ. αʹ. Τῷ στλθ´ ἔτει τοῦ κόσμου, ἀπὸ δὲ τῆς θείας σαρκώσεως ὧλθʹ, ἐβασίλευσε Μιχαὴλ ὁ υἱὸς Θεοφίλου σὺν τῇ μητρὶ αὐτοῦ Θεοδώρᾳ, ἔτη δεκαπέντε, μόνος δε ἕτη δέκα, καὶ σὺν Βασιλείῳ ἔτος ἕν, Ὅστις ὸ τὴν πατρῴαν βασιλείαν διαδεξάμενος, τὴν δὲ θεοστυγῆ παρεισφρήσασαν τῇ Ἐκκλησίᾳ καὶ δεινῶς ἐπικωμάσασαν νέαν θρησκείαν εὐ μάλα γνησίως ἀποσεισάμενος, τὴν ἔκπαλαι θεοφιλῆ καὶ θεοβράβευτον ἱεράν τε καὶ ὀρθοτάτην πίστιν ἀνεκήρυξεν. Ἡ δὲ Θεοδώρα οὕτως ἦν πιστὴ καὶ ὀρθόδοξος ὡς καὶ τοῦ ἀνδρὸς αὐτῆς ἔτι περιόντος λάθρα τὰς ἁγίας εἰκόνας τιμᾷν καὶ προσκυνεῖν. Ἥτις γνώμῃ μὲν ἑαυτῆς, ὑποθήκῃ δὲ καὶ παραινέσει Θεοκτίστου κανικλείου καὶ λογοθέτου, ἐξελαύνει τε τῆς ἐκκλησίας καὶ τῆς πόλεως τὸν πατριάρχην Ἰωάννην σὺν τοῖς περὶ αὐσὸν ὄντας, περιορίσασα τοῦτον ἐν τῷ Στενῷ εἰς τὸ Κλειδίον οὕτως καλούμενον. Λέγεται δὲ καὶ σύντεκνον αὐτῇς εἶναι. Εἰσάγει δὲ τὸν ἐν ἀγίοις Μεθ. όδιον- μοναχὸν ὄντα, καὶ πατριάρχην ἀποκαθιστᾷ. Καὶ πάντας τοὺς ὑπὸ Θεοφίλου ἐξορίστους μοναχοὺς καὶ ἐπισκόπους [Ρ. ΒᾶΤ] ἑνώσασα τὴν ὀρθόδοξον ἐβεβαίωσε πίστιν καὶ τὴν Ἑκκλησίαν εἰρήνευσεν τῇ πρώτῃ Κυριακῇ τῶν ἁγίων νηστειῶν . Εἰ γὰρ καὶ νήπιος ἐτύγχανεν ὁ βασιλεὺς, ἀλλ´ ὁ ἐκ στόματος νηκίων καὶ θηλαῖύόντων καταρτησάμενος αἴνον, αὐτὸς καὶ τοῦτον παρεσκεύασε τὴν ἀλήθειαν