Ancient Greek
481
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 481
Unproofread scanNot analysed yet
Α γνώμῃ τοῦτο πεποιηκότες, ὡς ἀγανακτῆσαι ἐπὶ τούτω καὶ τὸν βασιλεοπάτορα Ῥωμανόν Ρ. ὅΐε] λαʹ. Αὐγούστῳ δὲ μηνὶ κατεμηνύθη τὰ τῆς ἐπιβουλῆς Κωνσταντίνου τοῦ Κτηματινοῦ καὶ Δαβὶδ Καμουλιανοῦ καὶ Μιχαὴλ κουράτωρος τῶν μαγγάνων· καὶ τυφθέντες οὗτοι καὶ δημευθέντες διὰ μέσης διῆλθον τῆς πόλεως καὶ ἐξορίᾳ παρεπέμφθησαν. Ἤγαγον δὲ καὶ Λέοντα μάγιστρον καὶ δο μέστικον τῶν σχολῶν ἐν τῇ πόλει, καὶ διῆλθεν ἐν μέσῃ τῇ ἀγορᾷ ἡμιόνῳ ἐφεζόμενος. λῤʹ λγʹ. Ἐφωράθη δὲ καὶ Ζωὴ Αὐγούστα ἐπιβουλεύουσα Ῥωμανῷ διὰ πεφμρμαγμένων βρωμάτων ὑπὸ Θεοκλήτου νοταρίου τῆς ὑπουργίας σκευασθέντων. Καὶ ταύτην τοῦ παλατίου καταβιβάζουσιν καὶ εἰς τὸ Πετρίον ἀπάγουσι, τῇ τῆς ἁγίας Εὐφημίας μονῇ ἀποκείραντες. λδ. Προσεκλήθη δὲ παρὰ Θεοφυλάκτου πατρικίου καὶ κόμητος τοῦ στάβλου εἰς ἄριστον ὁ παιδαγωγὸς Κιωναταντίνου Βασιλέως Θεόδωρος καὶ Συμεὼν ὁ αὐτοῦ κδελφός. Ἐσθιόντων οὐν εἰσῆλθεν Ἰωάννης δρουγγάριος τῆς βίγλης ὁ Κουρκούας λεγόμενος μετὰ πλείστου λαοῦ, καὶ τούτους ἀναρπάσας εἰς τὸ Ὀψίκιον ἐξώρισεν ἐν τοῖς αὐτῶν προαστείοις ὡς κατὰ τοῦ Ῥωμανοῦ μελετῶντας. λεʹ. Εἰκοστῇ τετάρτῃ τοῦ Σεπτεμβρίου μηνὸς τιμᾶται Ῥωμανὸς τῇ τοῦ Καίσαρος ἀξίᾳ, καὶ Δεκεμβρίῳ μηνὶ δεκάτῃ ἑβδόμῃ τῇ τῶν Πατέρων Κυριακῇ τῷ τῆς βασιλείας στέφεται διαδήματι παρὰ βασιλέως Κωνσταντίνου γαμβροῦ αὐτοῦ καὶ Νικολάου πατριάρχου, καὶ Ἰανουαρίου ϛʹ, τῇ τῶν ἀγίων Φώτων ἡμέρᾳ, στέφει Θεοδώραν τὴν γυναῖκα αὐτοῦ. Μαΐῳ δὲ μηνὶ ιζʹ, ἐνδικτιῶνος εʹ, Χριστοφόρος ὁ υἱὸς Ῥωμανοῦ ἀναγορεύεται βασιλεὺς, στέφεται δὲ τῇ τδʹ τοῦ αὐτοῦ μηνὸς παρὰ Κωνσταντίνου βασιλέως, τῇ τῆς ἁγίας Πεντηκοστῆς ἡμέρᾳ· καὶ μόνοι οὗτοι οὶ δύο ἐν ταύτῃ τῇ προελεύσει προῆλθον. αʹ-βʹ. Ἰουνίῳ δὲ μηνὶ, ἰνδικτιῶνος ηʹ, ἡμέρᾳ Κυριακῇ, ἡ τῆς Ἐκκλησίας γέγονεν ἕνωσις παρὰ Ῥωμανοῦ, ἀπάντων ἑνωθέντων, μητροπολιτῶν τε καὶ κληρικῶν, τῶν ἀπὸ Νικολάου πατριάρχου καὶ Εὐθυμίου διεσχισμένων. γʹ. Ὀγδόῃ δε Φεβρουαρίῳ μηνὶ, ἰνδικτιῶνος θʹ. ἀποστείλας Ῥωμανὸς [ὅΖ] ὑπερορίζει τὸν μάγιστρον Στέφανον τὸν τῆς Καλομαρίας εἰς τὴν Ἀντιγόνου νῆσον ὡς τῆς βασιλείας ἐφίεσθαι κατηγορηθέντα, μοναχὸν αὐτὸν ἀποκείρας ἅμα Θεοφάνει Τειχιώτῃ καὶ Παύλῳ ὀρφανοτρόφῳ, ἀνθρώποις αὐτοῦ. δʹ. Ἐποίησε δὲ Ῥωμανὸς βασιλεὺς ἐν τῷ τριβουναλίῳ πρόκενσον, συνηγμένων ἀπάντων ἐκεῖσε μεθ´ ὅπλων. Τοῦ ἀδνουμίου δὲ γενομένου αἰφνίδιον Ῥιω μανὸς καὶ Κωνσταντῖνος τάχει πολλῷ εἰς τὸ πακάτιον ὑποστρέφουσιν· ἐμηνύθη γὰρ παρὰ Λέοντος ἀνθρώπου τοῦ Ἀρσενίου ἡ αὐτοῦ τοῦ Ἀρσενίοω ἐπιβουλὴ καὶ Παύλου μαγκλαβίτου, οἷ καὶ τυφθέντες καὶ δημευθέντες ἐξωρίσθησαν. Ἵν δὲ τότε παραΑέοντα