Ancient Greek
552.2
Georgius Pachymeres, Progymnasmata 552.2
Unproofread scanNot analysed yet
Λιήγημα τὸ κατὰ τὸν Ὀδυσσέα. Συνέβη ποτὲ καὶ ἡ ἐπὶ τὴν Ἴλιον στρατεία τοῖς Ἕλλησι, καὶ οἱ μὲν ἄλλοι ἀσμένως τὸ κῆρυγμα δέχονται, Ὀδυσσεὺς δὲ μόνος τὴν ὁδὸν δυσχεραίνει, καὶ γυναικὸς καὶ τέκνου καὶ οἰκουρίας πάντα τίθησιν ὑστέρα. Ἐφίστανται οἱ καλοῦντες, καὶ Παλαμήδης ἦν σὺν αὐτοῖς· ὁ δ’ Ἰθακῖσιος τὸν ἐπίληπτον ὑποκρίνεται, καὶ συζεύξας ὄνον βοῖ, τέμνων ὥρατο παραφόρως τὴν ἀύλακα. Σοφὸς δὲ ἄρα σοφῷ προσχρούει, ὁ Παλαμήδης τῷ Ὀδυσσεῖ, καὶ σοφώτερα δοκιμασία σοφοῦ φωράται ἐπίνοια· ἄγει γὰρ ἐκεῖσε Παλαμήδης Τηλέμαχον, καὶ τίθησι παρ’ αὐτὴν τῆς ἀύλακος τὴν ἰθύν, ὅπου ὁ ξένος ἐκεῖνος ἀρότης ἐμελλεν ἰθύνειν τὸ ἄροτρον· ἀλλ’ ἡ φύσις μεταξὺ διδάξει ἀνάγκης καὶ προαιρέσεως· καὶ παραυτίκα τὴν τῆς ἀνάγκης σκηνὴν ἐκκαλύπτει, τὴν πλασίαν αὐθαίρετον ἀναδείξασα, καὶ ὁ Ὀδυσσεὺς παρεκκλίνων ἐκ τοῦ βρέφους τὸ ζεῦγος ἅμα σιτεῖ τὴν θῆραν, καὶ τοῖς φίλοις θήραμα γίνεται.