Ancient Greek
555.2
Georgius Pachymeres, Progymnasmata 555.2
Unproofread scanNot analysed yet
Γνῶμη Δημοσθένους. Δεῖ δὴ χρημάτων, καὶ ἄνευ τούτων οὐδὲν ἐστὶ γενέσθαι τῶν δεόντων. Οὕτως ἄρα τῷ Δημοσθένει ὁ αἰὼς ἦν ἱκανός, εἴπερ τοῖς αὐτὸς αὐτοῦ λόγοις ἐγκεχωμιάστο· νυνὶ δὲ ἄλλὰ ῥήτωρ μὲν ἑκεῖνος τῶν ἀμμήτων· δέεται δὲ ῥήτορος γλώττης τῶν ἀπητῆτων εἰς ἔπαινον. Ὅσα τοίνυν ἡ συμβουλευὼν κατώρθωσεν, ἢ νενίκηκε δικαιούμενος, οὐδεὶς ὅστις τὰ κατὰ τούτον εἰδὼς ἠγνόησεν· τοσοῦτον δ’ αὐτῷ τῆς τέχνης μετήν, ὥστε καὶ δεῖσαν Ἐρμογένει ῥητορικὴν στοιχειῶσαι, ἐξ αὐτῶν ἑκείνων τῶν λόγων τοῦ ῥήτορος τοὺς κανόνας ἐκθέσθαι, καὶ τὴν ἕως ἑκείνου τριβὴν ἄλογον λεγομένην, τέχνην ἔλλογον καταστήσαι τοῖς ὑστερον. Ἐν πολλοῖς γοῦν ἔγωγε τὸν ἄνδρα θαυμάζω, μάλιστα δὲ ὅν ἐν πολιτείᾳ λέγων περὶ τῶν χρημάτων καλῶς νοῶν ἀπεφήνατο· χρείαν γὰρ εἶναι πᾶσιν αὐτῶν, ὡς μηδὲν ὅ τι γίνεσθαι τῶν πρεπόντων τισιν, εἰ τούτων στερίσκοιντο. Καὶ ἂ μὲν ἀπεφήνατο τάδε, πάρἐστι δὲ μαθεῖν ὡς καλῶς ἐκ τῶν ἐφεξῆς. Πόλις γὰρ