Ancient Greek
Dfhg-Source dfhg2_GLAUCUS_RHEGINUS
GLAUCUS RHEGINUS, Fragmenta 3
Not analysed yet
Ὅτι δ ̓ ἐστὶν Ὀλύμπου ὁ ἁρμάτιος νόμος, ἐκ τῆς Γλαύκου ἀναγραφῆς τῆς Ὑπὲρ τῶν ἀρχαίων ποιητῶν μάθοι ἄν τις· καὶ γνοίη, ὅτι Στησίχορος ὁ Ἱμεραῖος οὔτ ̓ Ὀρφέα, οὔτε Τέρπανδρον, οὔτ ̓ Ἀρχίλοχον, οὔτε Θαλήταν ἐμιμήσατο, ἀλλ ̓ Ὄλυμπον, χρησάμενος τῷ ἁρματίῳ νόμῳ καὶ τῷ κατὰ δάκτυλον εἴδει, ὅ τινες ἐξ ὀρθίου νόμου φασὶν εἶναι. Ἄλλοι δέ τινες ὑπὸ Μυσῶν εὑρῆσθαι τοῦτον τὸν νόμον· γεγονέναι γάρ τινας ἀρχαίους αὐλητὰς Μυσούς.