Ancient Greek
1 to 4
GLAUCUS, Fragmenta 1-4
Not analysed yet
Ἀταφηνοὶ, ἔθνος μέγα Ἀραβίας, περὶ οὗ Γλαῦκος ἐν δευτέρᾳ. Δούμαθα, πόλις Ἀραβίας. Ὁ πολίτης Δουμαθηνός, ὡς Γλαῦκος ἐν βʹ Ἀραβικῆς ἀρχαιολογίας. Ἔρθα, πόλις Παρθίας ἐπὶ τῷ Εὐφράτῃ. Τὸ ἐθνικὸν Ἐρθηνός, ὡς Γλαῦκος ἐν Ἀραβικῶν δευτέρῳ. Νέγλα, πολίχνιον Ἀραβίας. Γλαῦκος δευτέρῳ Ἀραβικῆς ἀρχαιολογίας. Τὸ ἐθνικὸν Νέγλιος ἢ Νεχλίτης τῷ ἔθει τῆς χώρας. Ὄμανα, πόλις τῆς εὐδαίμονος Ἀραβίας. Γλαῦκος δευτέρῳ Ἀρ. Ἀρχ. Τὸ ἐθνικὸν Ὀμανεύς. Εὐαληνοὶ, ἔθνος περὶ οὗ φησὶ Γλαῦκος ἐκ δευτέρῳ Περὶ Ἀραβίας. Ἀίλανον, πόλις Ἀραβίας, ἧς ὁ πολίτης Ἀϊλανίτης. Τινὲς δὲ κόλπον Αἴλα (?)φασί. Γλαῦκος δὲ κώμην αὐτὴν λέγει ἐν Ἀραβικῶν τρίτῳ· «Τὰ πρὸς ἕω τῆς Αίλας.» Ὁ πολίτης Αἰλανίτης. Βασιννοὶ, Ἀραβικὸν ἔθνος. Γλαῦκος ἐν τρίτῳ Ἀραβικῆς ἀρχαιολογίας. Γάδδα, χωρίον Ἀραβίας. Γλαῦκος ἐν τετάρτῳ. Καὶ θηλυκῶς καὶ οὐδετέρως. Τὸ ἐθνικὸν Γαδδηνός. Χαράκμωβα, πόλις τῆς νῦν τρίτης Παλαιστίνης . . . ὁ πολίτης . . . Χαρακμωβηνός . . . Γλαῦκος ἐν Ἀραβικῆς ἀρχαιολογίας τετάρτῳ· «Ἡσύχαζον δ ̓ ἐν τούτοις Χαρακμωβηνοί.» Σαλμηνοὶ, ἔθνος νομαδικὸν, ὡς Γλαῦκος ἐν *Ἀραβικῆς ἀρχαιολογίας. Γέα, πόλις πλησίον Πετρῶν ἐν Ἀραβίᾳ, ὡς Γλαῦκος ἐν Ἀραβικῇ ἀρχαιολογίᾳ. Ἀρίνδηλα, πόλις Παλαιστίνης, Γλαῦκος δὲ κώμην αὐτὴν καλεῖ.