Ancient Greek
Dfhg-Source dfhg4_GORGIAS_ATHENIENSIS
GORGIAS ATHENIENSIS, Fragmenta 1
Not analysed yet
Αἱ γὰρ καλαὶ ἡμῶν Ἀθῆναι τοσοῦτον πλῆθος ἤνεγκαν ἑταιρῶν, περὶ ὧν ἐπεξελεύσομαι ὅσον γε δύναμαι, ὅσον ὄχλον εὐανδροῦσα πόλις οὐκ ἔσχεν. Ἀνέγραψε γοῦν Ἀριστοφάνης μὲν ὁ Βυζάντιος ἑκατὸν καὶ τριάκοντα πέντε, Ἀπολλόδωρος δὲ τούτων πλείους, ὁ Γοργίας δὲ πλέονας, παραλειφθῆναι φάσκοντες ὑπὸ τοῦ Ἀριστοφάνους μετὰ ἑταιρῶν πλειόνων καὶ τάσδε· τὴν Πάροινον ἐπικληθεῖσαν, καὶ Λαμπυρίδα, καὶ Εὐφροσύνην· αὕτη δὲ ἦν γναφέως θυγάτηρ. Ἄγραφοι δ ̓ εἰσὶν αὐτῷ Μεγίστη, Ἀγαλλὶς, Θαυμάριον, Θεόκλεια· αὕτη δ ̓ ἐπεκαλεῖτο Κορώνη· Ληναιτόκυστος, Ἄστρα, Γνάθαινα, καὶ ταύτης θυγατριδῆ Γναθαίνιον· καὶ Σιγὴ, καὶ Συνωρὶς ἡ Λύχνος ἐπικαλουμένη, καὶ Εὔκλεια, καὶ Γρυμαία, καὶ Θρυαλλὶς, ἔτι Χίμαιρα καὶ Λαμπάς.