Ancient Greek
Section 14
Gorgias of Leontini, Ἑλένης ἐγκώμιον 14
Not analysed yet
ἀλλὰ τῶν βαρβάρων; ὁ δὲ παραδώσων τίς; ἐγὼ δὲ ποίᾳ δυνάμει παραλήψομαι Ἕλλην βαρβάρους, εἷς ὢν πολλούς; πείσας ἢ βιασάμενος; οὔτε γὰρ ἐκεῖνοι πεισθῆναι βούλοιντ᾿ ἄν, οὔτ᾿ ἐγὼ βιάσασθαι δυναίμην. ἀλλ᾿ ἴσως ἑκόντες ἑκόντι παραδώσουσιν ἑαυτούς, μισθὸν τῆς προδοσίας ἀντιδιδόντες; ἀλλά γε ταῦτα πολλῆς μωρίας καὶ πιστεῦσαι καὶ λέξαι· τίς γὰρ ἂν ἕλοιτο δουλείαν ἀντ᾿ ἐλευθερίας, ἀντὶ τοῦ κρατίστου τὸ κάκιστον;