Ancient Greek · ~1 min
1 to 3
GORGON, Fragmenta 1-3
Not analysed yet
Καὶ ὁ εἰς Πτολεμαῖον δὲ, τὸν πρῶτον Αἰγύπτου βασιλεύσαντα, παιάν ἐστιν, ὃν ᾄδουσι Ῥόδιοι· ἔχει γὰρ τὸ Ἰὴ παιὰν ἐπίφθεγμα, ὥς φησι Γόργων ἐν τῷ Περὶ τῶν ἐν Ῥόδῳ θυσιῶν. Καταρραπτίτης (codex Καταραπτίτης). Γόργων ἐν τῷ Περὶ θυσιῶν. Ἐπιπολιαῖος, Ἑρμῆς ἐν Ῥόδῳ, ὡς Γόργων ἱστορεῖ. Ταύτην τὴν ᾠδὴν ἀνακεῖσθαί φησι Γόργων ἐν τῷ τῆς Λινδίας Ἀθηνᾶς ἱερῷ χρυσοῖς γράμμασιν.