Ancient Greek
1108.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1108.1
Unproofread scanNot analysed yet
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. φορά· ἐπεὶ εἴγε καθ’ ἑαυτὸ μέγα λέγεται ἢ μικρόν, οὐχ ἂν ποτε τὸ ὄρος μικρὸν ἐλέγετο, ἢ ἡ κέγχρος μεγάλη. ταῦτα εἰπὼν καὶ θεὶς κατὰ συγχώρησιν, τὸ μέγα τῷ μικρῷ καὶ τὸ πολλὸ τῷ ὀλίγῳ εἶναι ἐναντίον, προιοὺν ἀναιρεῖ τὸ εἶναι ἐναντία ταῦτα, ἐν οἷς φησιν, εἴ ἐστι τὸ μέγα καὶ τὸ μικρόν, ἐναντία συμβήσεται, τὸ αὐτὸ ἄμα τὰ ἐναντία ἐπιδέχεσθαι καὶ αὐτὸ ἑαυτῷ εἶναι ἐναντίον· συμβήσεται γὰρ ἄμα τὸ αὐτὸ μέγα καὶ μικρὸν εἶναι· ἐστὶ γὰρ πρὸς μὲν τοῦτο μικρόν, πρὸς ἕτερον δὲ τὸ αὐτὸ τοῦτο μέγα· ὥστε τὸ αὐτὸ καὶ μέγα κατὰ τὸν αὐτὸν χρόνον εἶναι συμβαίνει, ὥσθ’ ἄμα τὰ ἐναντία ἐπιδέχεσθαι· οἷον ἐπὶ τῆς ὀψίας· δεκτικὴ μὲν τῶν ἐναντίων δοκεῖ εἶναι· ἀλλ’ οὕτως ἄμα νοεῖ γὰρ καὶ ὑφαίνει, ἀλλ’ οὐχ ἄμα· οὐδὲ λευκὸν καὶ μέλαν ἐστιν ἄμα· ἀλλ’ οὐδὲ τῶν ἄλλων οὐδὲν ἄμα τὰ ἐναντία ἐπιδέχεται· καὶ αὐτὰ δὲ ἑαυτοῖς ἐναντία συμβαίνει εἶναι· εἰ γὰρ ἐστὶ τὸ μέγα τῷ μικρῷ ἐναντίον, τὸ δὲ αὐτὸ ἐστι καὶ μέγα καὶ μικρόν, αὐτὸ ἑαυτῷ ἂν εἴη ἐναντίον· ἀλλὰ τῶν ἀδυνάτων ἐστιν, αὐτὸ ἑαυτῷ τι εἶναι ἐναντίον· οὐχ ἔστιν ἄρα τὸ μέγα τῷ μικρῷ ἐναντίον, οὐδὲ τὸ πολλὸ τῷ ὀλίγῳ.