Ancient Greek
1111.2
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1111.2
Unproofread scanNot analysed yet
Εἰς τὸ αὐτό· Ἐνταῦθα διδάσκει, πόσαι καὶ ποῖαι μέθοδοι εὐρέσεων τῆς ἀγνοουμένης λέξεως ἐν πέζῳ λόγῳ, καὶ γὰρ τοῦτο μέθοδός ἐστι δεινότητος τὸ εἰδέναι, δι’ ἣν αἰτίαν ἀγνοοῦμεν τὴν προκειμένην λέξιν· ὅτι τυχὸν ἀπὸ τοῦ ἐθνικὴν εἶναι ἢ νομικὴν ἢ τεχνικὴν. Ἐπιγνωσόμεθα δὲ, τίς ἡ ἐθνικὴ λέξις, καὶ τίς ἡ νομικὴ, καὶ τίς ἡ τεχνικὴ ἐντεῦθεν· ὅσα μὲν εἰσιν ἀπαράγωγα, εἰσὶν ἐθνικά, ὡς τὸ ἐφοῦδ, ὁ ἐστιν ἱερατικὴ στολή, ἥτις φορουμένη ἀσφαλῆ τὸν προφήτην ἐποίει ἐν ταῖς προφητείαις, ὅσα δὲ παραγωγὴν ἔχει, εἰσὶ τεχνικά, ὡς ἡ διόπτρα ἀστρονομικὴ ἐστι λέξις δηλοῦσα τὸν ἀστρόλαβον· τεχνικὰ δὲ λέγονται τὰ τέχνης τινὸς δηλωτικά, ὡς τὸ ζεῦξαντες τὰς ναῦς ναυπηγικόν, καὶ τὸ ζυγώματα τὰ ὑποκάτω τῶν νηῶν τιθέμενα ξύλα, καὶ τὸ δις διὰ τεσσάρων μουσικόν, τοὔστι τὸ δι’ ὀκτῶ φθόγγων, ἤτοι χορδῶν, διοδεὺς καὶ καλούμενον αὐτόχορδον· καὶ τὸ μοσχεύειν γεωργικόν· μοσχεύειν γὰρ λέγουσιν οἱ γεωργοὶ τὸ συνάγειν τὰ φυτὰ κυρίως τῶν ἀμπέλων καὶ πρὸ χρόνου τῆς φυτείας, καὶ καταχωννύειν αὐτὰ ἐν τῇ γῇ ἢ ἐν ὕδασιν ἐμβάλλειν πρὸς τὸ μοσχεῦσαι καὶ ἀπαλότατα γενέσθαι, ἵνα ἐν τῷ καὶ τῆς φυτείας ἐπιτηδεία γινόμενα ῥίζας παρ’ εὐθὺ ἀπολύωσι καὶ φύλλα· ἄλλοι δὲ τὸ ἐμφυλλίζειν σημαίνειν φασιν, ἢ τὸ νεώματα δι’ ὕμβρου ἀρδευθῆναι· ἡνίκα γὰρ ἴδωσιν οἱ γεωργοὶ τὰ ἑαυτῶν νεώματα ἱκανῶς βραχέντα, φασίν, ὅτι ἐμόσχευσεν ἡ γῆ καὶ δεῖ καταβάλλειν τὸν σπόρον. Τὸ δὲ ζεύξαντες παλαιὰς ναῦς ἢ ἀντὶ τοῦ ἐλκύσαντες αὐτὰς ἐξῆλθεν τῆς θαλάσσης πρὸς τὸ καλαφατίσαι, ἢ μᾶλλον ἐκ μεταφορᾶς τῶν ὑπὸ ζυγῶν ἀγούμενων δύο βοῶν καὶ ὡς εἰς βοῦς περιπατούντων, οὕτως καὶ τὰς παλαιὰς ναῦς ἐξεύρυνον τὸ παλαιὸν ἐπὶ ἀγωγίμοις τισίν, ἢ τὰς δύο παλαιὰς ναῦς καταλύοντες ἐξεύρυνον καὶ ἐποί-