Ancient Greek
1113.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1113.3
Unproofread scanNot analysed yet
Εἰς τὸ αὐτό. 15 Καὶ τοῦτο μέθοδος ἐστι δεινότητος, τὸ λέγειν οἰκονομικῶς καθ' ἑκάστην λέξιν ἀγνοουμένην, οὐκ οἶδα τίς ἐστιν ὁ παρασάγγης. τοιούστὶ πρὸς τὰ ἄπορα διὰ ἀπόρων ἀπαντῶμεν· ὥσπερ τις βιβλίον ἀνειλὼν ὑπὲρ τὴν ἑαυτοῦ δύναμιν ἔλεγε καθ' ἑκάστην σελίδα ἄναθρόν τινα λέξιν· ἢ τοῦτο μέθοδος ἐστι δεινότητος τὸ παραλαβεῖν λέξιν ἑθνικὴν ἢ νομικὴν ἢ τεχνικὴν ἐν καιρῷ καὶ οἰκονομικῶς χρῆσασθαι, ὡς ὁ Ἀπόστολος τὸ μαρὰν ἀθὰ, 16 τοῦτο δὲ ἵνα δεῖξῃ, ὅτι ἀπὸ τῶν Ἑβραίων ἀρχὴν ἔλαβε τὸ εὐαγγέλιον· ἢ ἐντρέπων καὶ εἰρωνευόμενος πρὸς τοὺς Κορινθίους· ἐκεῖνοι γὰρ ἀπωθοῦντο τὰς τοιαύτας λέξεις· ἢ καὶ τοῦτο μέθοδος ἐστι δεινότητος, τὸ ἐπιστημονικῶς καὶ τεχνικῶς λέξεσι κεχρησθαι, ὅτε περὶ ἐπιστημονικῶν καὶ τεχνικῶν διαλεγόμεθα πραγμάτων, καὶ νομικαῖς πάλιν καὶ ἑθνικαῖς, ὅτε περὶ νομικῶν καὶ ἑθνικῶν, ἢ μέθοδον διδάσκει τοῦ πότε δεῖ χρῆσθαι ἢ νομικῇ ἢ ἑθνικῇ ἢ τεχνικῇ λέξει, ὅτι ὅτε βουλόμεθα παραστήσαι τὴν τοῦ προσώπου ποιότητα, οἷα ἐστὶ νομικὴ ἢ ἑθνικὴ ἢ τεχνική, τότε χρῆσόμεθα ὁμογλώσσῳ λέξει, ὡς ὁ Θεὸς τὰ ἔθνη διὰ τῶν ἑαυτῶν γλωσσῶν ἐπεσπάσατο· ἢ καὶ τοῦτο μέθοδος ἐστι δεινότητος, τὸ μηδὲν εἰδὼτα δοκεῖν εἰδέναι παρὰ 17 τοῖς ἀκούουσιν· οἷον εἰ τις ῥήτωρ ἐρωτηθεὶς, τί σημαίνει ἑδένες, ἢ τί ἐστι μειώσις σελήνης, ἢ τίνες τῶν ἀριθμῶν στολίδες λέγονται, ἢ τί ἐστι τὸ πέπονα φαρμακεύειν καὶ χινέειν, μὴ