Ancient Greek
1117.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1117.3
Unproofread scanNot analysed yet
15 Ἐθνικὸν γὰρ ἐστὶ καὶ Περσικόν· οὐχ οἶδα τίς ἐστιν εἰπὼν, πῶς ἐπιφέρει τὸ ἐθνικὸν ἐστὶ, καὶ ὁδοῦ μέτρον ἐστίν; ὅτι τοῦτο δηλοῖ τὸ ἐξ ἀκοῆς αὐτὸ μό-νον εἰδέναι, οὐ μὴν ἐξ ἐτυμολογίας· τοῦτο οὖν ἐστὶ τὸ20„οὐχ οἶδα τί ἐστι,“ ἀντὶ τοῦ· „οὐχ οἶδα, πόθεν ἐτυμο-λογεῖται,“ ὅμοιον τούτῳ, ὡς εἴ τις εἴπεν, ὁ Αἴας τοῦ Αἴαντος, οὐ οἶδὰ πῶς κλίνεται, πρὸς ὁ πάλιν εἴπεν ἂν τις, εἰ μὴ οἶδας, πῶς εἶπας τὴν κλίσιν, καὶ ὁ θεολόγος, οὐχ οἶδα, οἷς τισὶ λόγοις ἀναλογίας, τιμῶσι δ’ οὖν· εἰ-25πὼν δὲ ἐθνικὸν, ὁ ἐστὶ γενικὸν καὶ καθόλου, ἐπήνεγκε καὶ εἰδικόν, τὸ Περσικόν, εἶτα καὶ τὸ ἔτι μερικώτερον καὶ φανερώτερον· τὸ ὁδοῦ μέτρον τριάκοντα στάδια, ὁ δὲ σταθμὸς μίλια εἰσὶν εἴκοσι καὶ ὀκτώ· Περσικαὶ λέξεις ἐστὶ καὶ ἡ σατραπεία καὶ τὰ σατραπεῖα. 30