Ancient Greek
1119.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1119.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. χ. Καὶ ἡ εἰσαγγελία καὶ ἡ φράσις. Ἡ περὶ καινοῦ 38 τινος ἀδικήματος εἰσαγωγή, 39 δημοσίου 40 ὁμοίως καὶ ἰδιωτικοῦ, εἰσαγγελία κατεωνομάζετο· εἰσήγγελον δὲ τὴν δίκην πρὸς τὴν βουλήν οὐδένες ἄλλοι ἢ 41 οἱ πρυτάνεις· εἰ δέ τις τὸν ὑπορῦπτοντα δημόσιον μέ-5 ταλλον, ἢ δημόσιον οἶκον ἐξιδιούμενον ἢ κακῶς ἐπιτετροπενκότα εἰσήγεν εἰς δικαστήριον, ὁ τοιοῦτος φραίνειν ἐλέγετο τὸν ἄλοντα, καὶ ἡ δίκη ἐντεῦθεν ὀνοαζομένη φράσις παρωνομάζεται. 42 Ἐπεὶ δὲ ὁ λόγος 43 περὶ τῶν παρὰ Ἀττικοῖς δικῶν, οὐκ ἄκαιρον καὶ ἄλλων τινῶν τοι-10 ούτων ὀνομάτων ἐπιμνησθῆναι· ἵσως γὰρ ἐντυχόντες αὐτοῖς ἀλλαχοῦ χάριν τῷ λόγῳ τούτῳ εὑσεσθε· εἰ γοῦν τις κατὰ νόμους ἤτιμωτο παραπεπορσβευκώς 44 ἢ ἠταιρηκὼς ἢ μὴ ὡφλῆκώς τῷ δήμῳ τὸ ὀφλημα καὶ εἰς δικαστήριον ἤγετο, ἐνδείξει ὑπέκειτο, καὶ ὄνομα τῇ κατηγο-15 ρίᾳ ἐνδείξις· ἡ δὲ ἐφήγησις ἐδίδωτο κατὰ τῶν ὑποδεξαμένων τὸν φυγάδα τῆς πόλεως, ἢ τῶν κεκλοφῶτων λαθραίως πρᾶγμα δημοσίον. Εἰ δέ τις ἀναγραφείς ἤλω ξενίας, κατηγοροῦν αὐτῷ οἱ ὑποπτευόντες καὶ ἡ κατηγορία διαψήφισις ἦν· εἰ δὲ τῶν ψήφων αἱ πλείους τῶν 20 διαψηφισθέντα ἀπήλαυον, ἀποψήφισις 45 ἐλέγετο ἡ ἀπέλασις· εἰ δ’ ὁ ἀποψηφισθεὶς ἀπὸ τῶν δήμων εἰς τὸ κοινὸν δικαστήριον μετετίθετο, ἐφίεναι ἐλέγετο, καὶ ἡ μετάθεσις ἐφεσις ὀνομάζετο· εἰ δὲ λειτουργεῖν τινες ταχθέντες τριηραρχεῖν ἢ οἰκοδομεῖν τὸν καιρὸν ὑπερετί-25 θεντο τῆς λειτουργίας, οἱ ἀντικρινόμενοι τούτοις διαδι-, κασίαν κινεῖν κατ’ αὐτῶν ἐνομίζοντο· προβολῆς δὲ καὶ