Ancient Greek
1122.1 to 1122.19
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1122.1-19
Unproofread scanNot analysed yet
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. κωδίκιλλος ἐλλιποὺς θήκης 53 ἀναπλήρωσις· καὶ πάλιν ἔθνικαὶ λέξεις, 54 τὰ σέχρετα παρὰ Ῥωμαίοις, καὶ ἀσηκρήτις 55 ὁ τὰ 56 ἀπόρρητα τοῦ βασιλέως εἰδώς, καὶ ἀρχάριος 57 ὁ θησαυροφύλαξ· ἄρχα γὰρ παρὰ Ῥωμαίοις ἡ παρ’ ἡμῖν ἄρχλα, καὶ στεγνῶμα τὰ ἐνόρκια. Εἰς τὸ καὶ ἡ εἰσαγγελία καὶ ἡ φάσις ἐπιβολὴ ἐξηγήσεως· εἰσαγγελία ἐστὶν ἡ ἀναγγελία τοῦ δικαζομένου ἢ δίχη τις δεομένη τῆς τῶν δικαστῶν ἀπάντῶν συνελεύσεως, ὅτε ἀγνοεῖται τι πρᾶγμα, περὶ οὗ νόμος οὐδεὶς ὁρίζεται τῷ· ἡ εἰσαγγελία ἐστὶ δημοσίου τινὸς δίκης ὄνομα, ὥσπερ καὶ ἡ ἐνδείξις καὶ εἴδη αὐτῆς τρία· ἡ μὲν γὰρ ἐστὶν ἐπὶ μεγίστων δημοσίων ἀδικημάτων μὴ δεχομένων 58 ἀναβολὴν καὶ ἐφ’ οἷς μήτε ἀρχὴ καθέστηκε, μήτε νόμοι κείνται τοῖς ἄρχουσι, καθ’ οὓς εἰσάγουσιν, ἀλλὰ πρὸς τὴν βουλὴν ἢ τὸν δῆμον ἢ κατάστασίς ἐστιν· ἑτέρα δὲ ἡ ἐπὶ ταῖς κακώσεσι· αὗται δὲ εἰς τὸν ἄρχοντα καὶ τὸν διώκοντα ἀξίμοι· τρίτη ἐστὶν ἡ κατὰ τῶν διαιτητῶν· εἰ γὰρ τις ὑπὸ διαιτητοῦ ἤτοι κριτοῦ ἀδικηθείη, ἐξῆν τοῦτον εἰσαγγέλλειν πρὸς τοὺς δικαστάς· εἰ γοῦν ἔάλω, ἤτιμοῦτο· καὶ ἐπὶ· φάσις ἐστὶ δίκη κατὰ τῶν ἔχοντων δημοσίων τι πρᾶγμα καὶ καρπουμένων αὐτὸ μὴ ἄριαμένων, οἷον ἀγρὸν ἢ οἰκίαν ἢ ἄλλο τι, καὶ ὁποία ἦσαν τὰ τοῦ ἁγίου Ῥωμανοῦ, ἃ ἐλέγοντο οἶκοι καὶ κουβούκλεια· οἶκοι μὲν ὡς περιεκτικὰ οἰκημάτῶν, κουβούκλεια δέ, ὡς ἐξέχοντα τῶν ἄλλων· λέγεται δὲ φάσις παρὰ τὸ φαίνειν οἰκεῖον τὸ τοῦ δημοσίου πρᾶγμα· λέγεται φάσις καὶ ἡ ἀπόφασις καὶ ἡ ψῆφος τῶν δικαστῶν, ἐπὶ ὅσα ἐμφασιν ἔχει δίκης ἢ ἐγκλήσεως ἢ πολιτικοῦ τινος πράδο πρὸς τάξιν ἔχων. 53 Vind. διανοίας. superscriptum θήκης! Vind. δεχομένως.