Ancient Greek
1123.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1123.3
Unproofread scanNot analysed yet
Ἔτι εἰς τὸ ἡ εἰσαγγελία καὶ ἡ φάσις. Εἰσαγγελία ἐστὶν ἡ εἰσαγωγή τῆς δίκης, ὡς ἐὰν εἴπης, 63 κατηγορῶ Νικίου προδοσίας, ἢ Αἰσχίνου παραπροσβείας ἢ Θεμιστοκλέους μηδισμοῦ. Φάσις δὲ καὶ ἔνδειξις καὶ 25 ἀπαγωγή ὀνόματα καὶ αὐτὰ δικῶν, καὶ ἐστὶν ἡ μὲν φάσις ἡ ψιλὴ προσαγγελία, ἡ δὲ ἔνδειξις τὸ ἀποδεῖξαι τὸ προσαγγελθέν, ἡ δὲ ἀπαγωγὴ ἡ ψῆφος τῶν δικαστῶν, ἡ τὴν 64 τιμωρίαν ἐπάγουσα τῷ κατακριθέντι. Εἰσαγ-