Ancient Greek
1128.24
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1128.24
Unproofread scanNot analysed yet
30 ρων ἐκ τεσσάρων μὲν φθόγγων συνίσταται, τριῶν δὲ διατεσσάρων ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. διαστημάτων· ἀναλογεῖ δὲ ὁ μὲν φθόγγος ὅρῳ προτά-σεως, τὸ δὲ διάστημα αὐτῇ τῇ προτάσει· διὰ τοῦτο οἱ τέσσαρες φθόγγοι τρία διαστήματα ἔχουσιν, ὥσπερ οἱ τέσσαρες ὅροι τρεῖς προτάσεις. Μετὰ δὲ τὸ διὰ τεσσάρων ἐστι τὸ διὰ πέντε, ἐκ φθόγγων μὲν πέντε, διαστη-μάτων δὲ τεσσάρων. εἶτα τὸ δις διὰ πασῶν, ἐκ φθόγγων μὲν ὀκτὼ, διαστημάτων δὲ ἑπτά· δις δὲ διὰ πασῶν λέ-γεται, ὅτι συμφωνεῖ ὁ ὀγδοος φθόγγος τῷ πρώτῳ κατὰ ἀντίφωνον, ὁ ὅξὺς τῷ βαρεῖ· ἰσοχρόνως καὶ κατὰ ταὐτὸν χρουομένων ἀμφοτέρων τῶν φθόγγων, ὡς πληροῦσθαι τὴν καθ᾽ ὑπαλλαγὴν τῶν φθόγγων ἀνάβασιν μέχρι τοῦ διὰ πασῶν, καὶ πάλιν ἀρχὴν τῶν διὰ πασῶν λαβεῖν πρὸς τὸ δις διὰ τεσσάρων, καὶ δις διὰ πέντε καὶ δις διὰ πα-σῶν, καὶ φθόγγον φθόγγῳ συμφωνεῖν, τῶν μὲν διὰ πασῶν φθόγγων ὀξύτερος ἑδόντων, τῶν δὲ πρὸ τοῦ διὰ πασῶν βαρύτερος, καὶ τὸ μὲν πρὸ τοῦ διὰ πασῶν ἤτοι διὰ τεσσάρων αὐτὸ τοῦτο διὰ τεσσάρων λέγεται· τὸ δὲ μετὰ τὸ διὰ πασῶν, δις διὰ τεσσάρων, ὥσπερ καὶ τὸ διὰ πέντε πρὸ μὲν τοῦ διὰ πασῶν αὐτὸ τοῦτο διὰ πέντε κα-λεῖται. τὸ δὲ διὰ πασῶν τὸ μὲν πρῶτον οὕτω διὰ πασῶν λέγεται, τὸ δὲ μετὰ τὸ διὰ πασῶν δις διὰ πασῶν, ἀπὸ τοῦ ὀγδόου φθόγγου, ὀγδοον καὶ αὐτὸ τῇ τάξει φθόγ-γον ἔχον, συμφωνοῦντα τῷ πρὸ αὐτοῦ ὀγδόῳ φθόγ-γῳ· ὅν γὰρ λόγον ὁ πρῶτος φθόγγος ἔχει πρὸς τὸν ὀγ-δοον, εἰς ὃν τὸν διὰ πασῶν συμπεπλήρωται, τὸν αὐτὸν καὶ ὁ ὀγδοος πρὸς τὸν ἀπ᾽ αὐτοῦ καὶ μετ᾽ αὐτὸν ταττό-μενον ὀγδοον, εἰς ὃν τὸ δις διὰ πασῶν πληροῦται. Διά-στημα δὲ λέγεται τὸ ἀπὸ φθόγγου εἰς φθόγγον μετα-βαίνειν. Ἔτι διὰ πλείονα σαφηνείαν. Δις διὰ τεσ-σάρων τοῦτο μουσικὸν ἐστιν ὄνομα, ὅπερ ἡμεῖς φαμεν ὀκτάχορδον, ἢ τὸ δις χροῦν διὰ τεσσάρων χορδῶν, ὥσπερ καὶ τρίχορδον τὸ διὰ τριῶν καὶ ὑπάτῃ ἢ μέσῃ μουσικῆς